Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.172
Not analysed yet
τοιοῦτον δὲ καὶ τὴν δρῦν πάλαι ποτὲ χρηματίσαι, ὅτε οἱ ἄνθρωποι δρυκάρποις ἀπετρέφοντο. Διὸ καὶ φηγός ἡ δρῦς λέγεται, παρὰ τὸ φαγεῖν. Διὰ τοίνυν ταῦτα τῷ Διῒ τὴν δρῦν ἀνιέρωσαν, τὸ ζωοτρόφον φυτὸν τῷ ζωογόνῳ. Ἦν τοίνυν καὶ πρὸ τῆς Τροίας δρῦς ἱερὰ τῷ Διΐ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὑφ' ᾗ διὰ τὴν σκιὰν καθίζουσι νῦν οἱ Λύκιοι τὸν τοῦ Διὸς Σαρπηδόνα. ἣν καὶ περικαλλέα λέγει φηγόν, διότι, ὡς εἰκός, ἀθιγὴς ἦν, ὡς οἷά τις τεμενία καὶ διὰ τοῦτο ἀμφιλαφὴς καὶ ἀμφιθαλής, ὡς μηδενὸς ἐκεῖθεν τολμῶντος δρέπεσθαι. Οὐ μόνον δὲ διὰ σκιὰν ὑπὸ τῇ δρυῒ τὸν Σαρπηδόνα καθίζουσιν, ἀλλὰ καὶ ὡς εἰς ἱερόν τινα τόπον, καθὰ καὶ τὸν Αἰνείαν ἐν τῷ τοῦ Ἀπόλλωνος ἀδύτῳ. Ἐνταῦθα δὲ ὅρα καὶ τὸ «ὑπὸ Διὸς φηγῷ». τὴν γὰρ ὑπό πρόθεσιν καὶ νῦν δοτικῇ συνέταξεν. (v. 694) Ὅτι ἐν τῷ «ἐκ δ' ἄρα μηροῦ δόρυ μείλινον ὦσε θύραζε» ἁπλοϊκῶς εἶπε τὸ θύραζε ἀντὶ τοῦ ἔξω, ὥς που καὶ ἰχθὺς ἐκ θαλάττης ῥίπτεται θύραζε ἤτοι ἔξω. Ὅρα δὲ τὸ ὦσεν οὐκ ἐπὶ τῆς συνήθους τεθὲν σημασίας, ἤγουν τῆς ἐκ τῶν κάτω ἐπὶ τὰ ἄνω κινήσεως, ἀλλὰ ληφθὲν ἀντὶ τοῦ ἐξήγαγε, μετὰ τῆς ἐξ μέντοι προθέσεως, ἵνα ᾖ τὸ ἐντελὲς ἐξῶσεν, ᾧ ἐναντίον τὸ προῶσε καὶ διῶσεν. (v. 6968) Ὅτι ἐξελκυσθέντος τοῦ δόρατος ἐκ τοῦ μηροῦ τοῦ Σαρπηδόνος ἔλιπεν αὐτὸν ἡ ψυχή, ὅπερ ἐστὶ νῦν οὐ θανεῖν, ἀλλὰ λειποψυχῆσαι, ὃ καὶ λειποθυμεῖν συνθέτως φαμέν. Εἶτα διασαφῶν ἐπάγει «κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς. αὖθις δ'