Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.173
Not analysed yet
ἀμπνύνθη», ἤγουν ἀνέπνευσεν ἀναλαβὼν ἑαυτόν, «περὶ δὲ πνοιή», φησί, «Βορέαο ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν». Καὶ σημείωσαι ἔπαινον τοῦ Βορρᾶ. Ὁ μὲν γὰρ ἐν τοῖς τοιούτοις πυκνοῖ τὴν τῆς σαρκὸς ἐπιφάνειαν καὶ οὕτως ἔσω ἀντιπεριϊστᾷ τὸ θερμόν, ὁ δὲ Νότος διάπνοιαν ἐργαζόμενος εὔοδα τὰ τῆς λειποψυχίας ποιεῖ, ὅθεν καὶ εἰς νόσον ὁ Νότος παραλαλεῖσθαι δοκεῖ, ὡς εἶναι μὴ ἀφυὲς εἰπεῖν τὴν νόσον εἰς Νότον ἀττικίζεσθαι. (v. 698) Ὅρα δὲ τὸ ἐζώγρει ἐνταῦθα ἀντὶ τοῦ ἀνεζωπύρει ἀγείρουσα τὴν ζωήν. ἀλλαχοῦ δὲ ζωγρεῖν λέγει τὸ ζῶντάς τινας ἀγρεύειν αἰχμαλωσίας νόμῳ. ἐκ δὲ τοῦ τοιούτου καὶ τὸ ζωγρεῖον παρῆκται, λέξις εἰς ῥητορείαν ἀγαθή. Τὸ δὲ «ἐζώγρει θυμόν» ἀλλαχοῦ συνθέτως θυμηγερέειν φησί. (v. 696) Τὸ δὲ «κατ' ὀφθαλμῶν κέχυτ' ἀχλύς» πρὸ ὀλίγου ἄλλως ἔφρασεν, εἰπὼν «κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε». (v. 697) Τοῦ δὲ ἀμπνύνθη πρωτότυπον τὸ πνύω, ἐξ οὗ καὶ ὁ πεπνυμένος. Αὐτοῦ δὲ προϋπάρχει τὸ πνέω πνῶ, ἵνα ᾖ ὡς θῶ θύω, ῥῶ ῥύω, οὕτω πνῶ πνύω, ἐξ οὗ κατὰ πλεονασμὸν καὶ τὸ πινύω, ὅθεν πινυτός ὁ συνετός. Ἐκ δὲ τοῦ πινύω κινεῖται τὸ πινύσσω, ὅ ἐστι συνετίζω, οὗ στέρησις ἀπινύσσειν, τὸ ἀσυνε-