Ancient Greek · ~4 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.174
Not analysed yet
τεῖν ἤτοι ἀφραίνειν. (v. 698) Τοῦ δὲ κεκαφηότα, ὅ ἐστιν ἐκπεπνευκότα, πρόεστι τὸ κάπτω ἢ κάπω, ἐξ οὗ καὶ κῆπος καὶ κάπη, ἡ καταπνεομένη τοῖς περὶ αὐτὴν ἀλόγοις. Ἐκεῖθεν παρακείμενος κέκαφα, ὃς ἀναβὰς εἰς ἐνεστῶτα γίνεται καφῶ καφήσω, οὗ μετοχὴ Ἰωνικὴ διὰ τοῦ η κεκαφηώς, ὃ ἀντίθετόν ἐστι πρὸς τὸ ἀμπνύνθη. (v. 697) Λέγει γὰρ ὡς ἐκπεπνευκὼς ὁ Σαρπηδὼν αὖθις ἀνέπνευσεν, εἴτ' οὖν ἐπανῆλθεν εἰς τὸ πνεῖν. Οὐκ ἀσχολεῖται δὲ πεζὸς ῥήτωρ οὔτε περὶ τὸ ἀμπνύνθη οὔτε περὶ τὸ κεκαφηώς. Ὅρα δὲ μήποτε οὐκ ἀρκῇ πρὸς τὸ ἐκπνεῦσαι τὸ κεκαφηότα μόνον δίχα τοῦ κακῶς ἐπιρρήματος. ἔστι γὰρ εἰπεῖν κεκαφηότα μὲν τὸν ἁπλῶς πνεύσαντα, κακῶς δὲ κεκαφηότα τὸν δυσπνοήσαντα, ὡς μικροῦ καὶ ἐκπνεῦσαι. Ὅτι δέ τινες καπῶ καπήσω εἶπον περισπωμένως, ἐξ οὗ Ἰωνικῶς κεκαπηώς καὶ μεταθέσει τοῦ ψιλοῦ εἰς δασὺ κεκαφηώς, δηλοῦται καὶ αὐτὸ ἀλλαχοῦ. (v. 699—702) Ὅτι Ἀργεῖοι «ὑπ' Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν οὔτε ποτ' ἀντεφέροντο μάχῃ», τουτέστιν οὔτε προτροπάδην κατὰ κράτος ἔφευγον οὔτε ἄντην