Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.175
Not analysed yet
ἐφέροντο, ἀλλὰ τὸ μέσον ἀμφοῖν ποιοῦντες αἰὲν ὀπίσω χάζοντο, καθὰ φθάσας παρήγγειλεν ὁ Διομήδης, ὅπερ οὔτε φεύγειν ἄντικρύς ἐστιν οὔτε ἀνθίστασθαι. (v. 699) Ἀττικὸν δὲ τὸ «ὑπ' Ἄρηϊ καὶ Ἕκτορι», καὶ ἔστιν ἀντίπτωσις, ληφθὲν ἀντὶ τοῦ ὑπ' Ἄρεος καὶ Ἕκτορος. Οὕτω δὲ καὶ πρὸ ὀλίγου ἔλεγεν ἐν τῷ «ὑπ' ἐμοὶ δμηθέντα» καὶ «ἐμῷ ὑπὸ δουρὶ δαμέντα». (v. 700 s.) Τὸ δὲ «οὔτε ποτὲ προτρέποντο οὔτε ποτὲ ἀντεφέροντο» σχῆμά ἐστι κάλλους διὰ τὴν ἐπαναφορὰν καὶ τὰ πάρισα. Ἔστι δὲ ἐπαναφορὰ μὲν ἐνταῦθα ἡ ἐν ἀρχῇ διττολογία τοῦ οὔτε ποτέ, πάρισα δὲ ἤγουν ὁμοιοτέλευτα καιριώτατα καὶ ἀνεπιβούλευτα τὸ προτρέποντο καὶ ἀντεφέροντο. ἐκ δὲ τοῦ ἀντιφέρεσθαι τὸ ἀντιφερίζειν παράγεται. (v. 703 s.) Ὅτι ἄκραν τοῦ Ἕκτορος ἀνδραγαθίαν ἐνδείξασθαι θέλων ὁ ποιητὴς ἐρωτᾷ οἷον ἑαυτὸν καὶ τὴν οἰκείαν Μοῦσαν «ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν Ἕκτωρ» τε καὶ χάλκεος Ἄρης; ὡς δῆθεν ὑπὸ πολυπληθίας μηδὲ ἔχων κατ' ὄνομα φράζειν τοὺς ἀνῃρημένους. (v. 705—7) Σημείωσαι δὲ ὅτι καίτοι γε οὕτω σχηματίσας μεγαλοπρεπῶς τὸν λόγον, ὅμως ὀλιγωτέρους ποιεῖ πίπτοντας ὑπὸ τούτων τῶν δύο ἤπερ ἀνωτέρω ὑπὸ μόνου τοῦ Ὀδυσσέως. Ἐκεῖνοι μὲν γὰρ ἑπτὰ ἦσαν, οὗτοι δὲ ἕξ, ὧν τέσσαρες μὲν μετὰ ἐπιθέτων προάγονται· ἀντίθεος Τεύθρας, πλήξιππος Ὀρέστης, Τρῆχος αἰχμητὴς Αἰτώλιος καὶ Ὀρέσβιος αἰολομίτρης. τῶν δὲ λοιπῶν δύο Οἰνόμαος μὲν ἁπλῶς οὕτω καὶ ψιλῶς προάγεται, Ἕλενος δέ τις ὡς Οἴνοπος μόνον υἱὸς γενεαλογεῖται. τὸν μέντοι Ὀρέσβιον καὶ πλείονος λόγου ἀξιοῖ, ὡς κατωτέρω ῥηθήσεται. οὕτω καὶ ἐνταῦθα ποικίλος ὁ ποιητὴς καὶ πολύφωνος. Ὅρα δὲ τὴν ἡρωϊκὴν καὶ ἐν τούτοις ὁμωνυμίαν, τὸν Οἰνόμαον ὁμωνυμοῦντα τῷ τοῦ Πέλοπος πενθερῷ, τὸν Ὀρέστην ὁμώνυμον τῷ Ἀγαμεμνονίδῃ, καὶ τὸν Ἕλενον, ὃς τῷ ἀδελφῷ τοῦ Ἕκτορος ὁμωνυμεῖ. Ὅθεν χώρα δίδοται τοῖς βουλομένοις παίζειν ἐν αἰνίγμασι. Αἰνίξαιτο γὰρ ἄν τις εἰς τὸν Ἕκτορα ὡς δῆθεν ἀδελφοκτόνον διὰ τοῦτον τὸν Ἕλενον. ὁμοίως δὲ διὰ αἰνίγματος ἐκπλήξει ἀκοήν, γράψας Ὀρέστην