Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.176
Not analysed yet
ἢ Οἰνόμαον ἀναιρεθῆναι ὑπὸ Ἕκτορος, ὡς τοῦ ἀκροατοῦ δυναμένου παρανοῆσαί τι διὰ τὴν ὁμωνυμίαν. Τοιοῦτόν τι ἐτεχνήσατο καὶ ὁ εἰπὼν περί τινος, ὃν οὐκ ἀνεῖλεν ὁ Διομήδης, τὸ «τὸν κτάνε Διομήδης ἀνήρ». Διομήδης γὰρ ἀνὴρ ἐν τῷ τοιούτῳ αἰνίγματι ὁ Ἀχιλλεύς, οὗπερ παλλακὴ ἦν ἡ Διομήδη. (v. 705) Τὸ δὲ Ὀρέστης βαρύνεται κανόνι τοιούτῳ κατὰ τοὺς παλαιούς. Τὰ εἰς στης τῷ ε παραληγόμενα, ἀπὸ ὀνομάτων ὄντα ἤτοι παρώνυμα, ὀξύνονται μὲν ἐπιθετικώτερα ὄντα, βαρύνονται δὲ οὐχ' οὕτως ἔχοντα, οἷον ἀργός ἀργεστὴς ἄνεμος, κῆδος κηδεστής. τὸ Ὀφελέστης, εἰ καὶ παρώνυμον παρὰ τὸ ὄφελος, ἀλλ' οὐκ ἐπίθετον, κύριον δέ. διὸ οὐδὲ ὀξύνεται, ἀλλὰ βαρύνεται ὡς κύριον. ὡσαύτως καὶ Ὀρέστης παρὰ τὸ ὄρος. οὕτω δὲ καὶ παρὰ τὸ μένος Μενέστης κύριον. ἡ δὲ κοινὴ παράδοσις ἔτρεψε τὸ τ εἰς θ, ὡς πρὸ μικροῦ ἔφη Μενέσθην Ἀγχίαλόν τε. Ἀρίσταρχος δὲ Μενεσθὴν λέγει, ὡς Ἀπελλήν. (v. 704) Χάλκεον δὲ καὶ νῦν τὸν Ἄρην φησίν, ὡς καὶ τὴν Ἀφροδίτην χρυσῆν, ἀπὸ τοῦ φορήματος. (v. 708 s.) Ὅτι σαφηνείας καὶ ἐνταῦθα πεφροντικὼς ὁ ποιητής, ἐν οἷς μέμνηται τόπου τινὸς Ὕλης λεγομένου, ἵνα μὴ ἐπὶ δάσους ὀρεινοῦ νοεῖν ἔχοι τις αὐτό, πρῶτα μὲν συστέλλει τὸ δίχρονον πρὸς ἀντιδιαστολὴν τῆς ὀρεινῆς ὕλης—ἐκείνη γὰρ ἐκτείνει τὴν ἄρχουσαν—, εἶτα καὶ πλησιάζειν τὴν τοιαύτην Ὕλην λέγει τοῖς περὶ Κηφισσὸν τόποις, περὶ οὗ ἱκανῶς ἐν τῷ Περιηγητῇ εἴρηται, ἀφ' οὗ καὶ λίμνη Κηφισσίς. Παραδεικνύων δὲ καὶ τὸν τόπον τοῦ Κηφισσοῦ ἐπάγει «ὅπου ἄλλοι Βοιωτοί», μονονουχὶ λέγων καὶ τὸν Κηφισὸν Βοιώτιον καὶ τὴν τοιαύτην δὲ Ὕλην διὰ τοῦτο περὶ τὴν Βοιωτίαν εἶναι. περὶ δὲ τούτων καὶ ἐν τοῖς εἰς τὴν Βοιωτίαν γέγραπται. Ἦν δέ, φασί, καὶ Λοκρικὴ πόλις Ὕλη καὶ ἄλλη Κύπρου, ἀφ' ἧς καὶ Ὑλάτης Ἀπόλλων παρὰ Λυκόφρονι. (v. 710) Τοὺς δὲ Βοιωτοὺς μάλα πίονα δῆμον ἔχειν φησί, διότι εὔκαρπος αὐτοῖς ἡ γῆ. (v. 707 s.) Καὶ τὸν ἀνωτέρω δὲ ῥηθέντα Ὀρέσβιον ἄνδρα Ὑλαῖον