Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.177
Not analysed yet
ἤτοι Βοιώτιον, μέγα πλούτοιο μεμηλότα ἱστορεῖ, ἤτοι φροντίδα πλούτου ἔχοντα, καὶ οὐκ ἐκ τύχης πλούσιον ἢ διαδοχῆς. Ἰστέον δὲ ὅτι δοκεῖ μὲν ὁ Ὀρέσβιος οὕτω κληθῆναι κατά τινα φερωνυμίαν τοπικὴν ἀστείως, ὡς ἐν τῇ ὕλῃ βιοὺς καὶ ἀνατραφείς. ταὐτὸν γὰρ εἰπεῖν ὑλαῖον καὶ ὀρέσβιον. Οὐ πάνυ δὲ ἀστεῖον τοῦτο, ἀλλ' ἔχει τινὰ διθυραμβώδη ψυχρότητα. ὁ μὲν γὰρ ἐξ ὕλης ὀρεινῆς οὐκ ἀπεικότως ἂν ὀνομασθείη ὀρέσβιος, ἀλλὰ προσφυῶς, οὐ μὴν δὲ καὶ ὁ ἐξ Ὕλης πόλεως, εἰ μὴ τάχα διὰ μόνην ὁμωνυμίαν τῆς ὕλης. (v. 708—10) Ἔστι δὲ τὸ περὶ τῆς τοιαύτης Ὕλης Ὁμηρικὸν ῥητὸν τοιοῦτον· Ὀρέσβιος, «ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε, λίμνῃ κεκλιμένος Κηφισσίδι», τουτέστι περιεχόμενος, «πὰρ δέ οἱ ἄλλοι ναῖον Βοιωτοί» καὶ ἑξῆς. Τὸ δὲ ἄλλοι, ὡς καὶ αὐτοῦ Βοιωτοῦ ὄντος. Ἐνταῦθα δὲ ἱστορεῖ ὁ Γεωγράφος, ὅτι Κηφισσίδα λίμνην οὐ τὴν Κωπαΐδα λέγει κατά τινας ὁ ποιητής, ἀλλὰ τὴν Ὑλικὴν προσαγορευομένην, διὰ τὸ «ἐν Ὕλῃ ναίεσκε, λίμνῃ Κηφισσίδι κεκλιμένος». Λέγει δὲ καὶ ὅτι οὐ γραπτέον Ὕδῃ, ὥς τινες ἔγραψαν. Ὕδη μὲν γὰρ ἐν Λυδίᾳ, ὡς δηλοῖ τὸ «Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ». ἡ δὲ Ὕλη Βοιωτική, ὅπου ὁ Κηφισσός. διό φησιν ὁ ποιητής «λίμνῃ Κηφισσίδι· πὰρ δέ οἱ Βοιωτοὶ ἄλλοι». (v. 714—8) Ὅτι συμμαχίας εὐϋπολήπτου φραστικὸν τὸ τῆς Ἥρας πρὸς Ἀθηνᾶν περὶ Μενελάου, τοιοῦτον ὄν· «ὦ πόποι, ἦ ῥ' ἅλιον», ἤγουν ἆρα δὴ ἢ ὄντως δὴ μάταιον, «τὸν μῦθον ὑπέστημεν», ἤγουν ὑπεσχόμεθα, τῷ δεῖνι, «εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα. ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς», ὅ ἐστι· ἀλλ' ἄγε δὴ καὶ ἡμεῖς βουλευσώμεθα περὶ βοηθείας. Ἐξευτελίζει δὲ ἡ ποίησις ἐνταῦθα τὴν Ἕκτορος ἀριστείαν, εἰ δι' Ἄρεος γίνεται, καὶ ἅμα προκατασκευάζει εὐαφόρμως προεκθέσεως λόγῳ τὸ πληγῆναι μικρὸν ὅσον τὸν