Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.178
Not analysed yet
Ἄρην, ὃν καὶ προσφυῶς, ὡς καὶ προείρηται, μαίνεσθαί φησιν. (v. 722—32) Ὅτι τὸ τῆς Ἥρας ἅρμα συντιθεὶς Ὅμηρος ἐκ τῶν κάτω καὶ τῶν ὡσανεὶ ποδῶν τοῦ ἅρματος ἄρχεται. Ἡ τοίνυν Ἥβη πρῶτα μὲν ἀμφὶ τῷ ἅρματι «θοῶς βάλε καμπύλα κύκλα», ἤτοι τροχούς, «χάλκεα, ὀκτάκνημα» καὶ ἑξῆς. Εἶτα ἐπ' ἄκρῳ ῥυμῷ «δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα καλὰ ἔβαλε χρύσεια, ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη ἵππους ὠκύποδας, μεμαυῖα», ἤγουν ἐπιθυμοῦσα, «ἔριδος καὶ ἀϋτῆς», ἡ καὶ προετοιμάσασα τοὺς τοιούτους ἵππους. (v. 720 s.) Ἔφη γὰρ «ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους Ἥρη πρέσβα θυγάτηρ μεγάλοιο Κρόνοιο». μεθ' ἣν ἐπήγαγε τὰ εἰρημένα περὶ τῆς Ἥβης. (v. 722 et 731) Ἐν οἷς ὅρα τὸ ἔβαλε κύκλα τῷ ἄξονι, καί· ἔβαλεν ἐπὶ τῷ ῥυμῷ λέπαδνα. Οὐ γὰρ τὸ σύνηθες βάλλειν ἡ λέξις ἐν τούτοις, ἀλλά τινα θέσιν δηλοῖ κοινότερον, ὡς εἶναι κἀντεῦθεν ἐκδηλότατον ὡς οὐκ ἀεὶ πολεμικὴ λέξις τὸ βάλλειν ἐστίν. (v. 723) Εἰσὶ δὲ ὀκτάκνημα μὲν τὰ ὀκτάραβδα διὰ πλείω στερρότητα. Κνῆμαι γὰρ νῦν αἱ ἀπὸ τῶν ἔσω χοινικίδων ἕως τῆς ἔξω περιφερείας ῥάβδοι, οὕτω ῥηθεῖσαι πρὸς ὁμοιότητα ζωϊκῆς κνήμης ὑπανεχούσης τὰ ἐπικείμενα. Χάλκεα δὲ ἐκ τῆς ἐπιπολαζούσης ὕλης. (v. 725 s.) Ἐρεῖ γὰρ τὰ ἐπίσωτρα, ἤτοι τοὺς ἐπικειμένους κύκλους τοῖς τροχοῖς, χαλκᾶ εἶναι, εἰ καὶ τὰ ἐντὸς ἀργύρῳ καὶ χρυσῷ συγκεκρότηνται. (v. 724—6) Ποικίλως γὰρ ὁ ποιητὴς αὐτὰ χαλκεύει, χρυσῆν μὲν αὐτοῖς καὶ ἄφθιτον ἱστορῶν τὴν ἴτυν, ἤγουν τὴν περιφέρειαν. —Φησὶ γὰρ «τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος» —,ὕπερθε δὲ τὰ ῥηθέντα ἐπίσωτρα, ἤγουν οἱ τὴν ἴτυν περιέχοντες κύκλοι ἤτοι οἱ κανθοί, χάλκεα προσαρηρότα, θαῦμα ἰδέσθαι. Αἱ πλῆμναι δέ, φησίν, ἐξ ἀργύρου εἰσί, περίδρομοι ἀμφοτέρωθεν, ἤγουν ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν τοῦ ἅρματος, ὅπερ ἀμφίς ἐπὶ τοῦ ἄξονός φησιν. (v. 726) Εἰσὶ δὲ πλῆμναι αἱ τῶν τροχῶν χοινικίδες, ἤτοι σύριγγες, ὅ ἐστιν ὀπαί, ἅς τινες καὶ χνόας φασίν, ὡς