Ancient Greek · ~4 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.179
Not analysed yet
δηλοῖ καὶ Σοφοκλῆς, ἤγουν τὰ μέσα τῶν εἰρημένων συρίγγων, εἰς ἃς ἐντίθενται τὰ τοῦ ἄξονος ἄκρα, πλῆμναι καλούμεναι διὰ τὸ πλήθεσθαι ἢ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος. [Ἰστέον δὲ ὅτι πλεονασμὸν τοῦ ν ἔσχεν ἡ Ὁμηρικὴ πλήμνη, ὡς δῆλον ἔκ τε τῆς πλήμης τῆς ἐν ὕδασι, ὁποῖαι καὶ περὶ τὸν Ὠκεανὸν μάλιστα ἱστοροῦνται γίνεσθαι, ἧς πλήμης παράγωγον ἡ πλημύρα, ἔτι δὲ καὶ ἀπὸ τῆς παρὰ τῷ Ἀθηναίῳ πλημοχόης, ἧς προϋπάρχει ἁπλοῦν ἡ πλήμη. Σκεῦος δέ, φησίν, ἡ πλημοχόη κεραμεοῦν βεμβικῶδες ἑδραῖον ἡσυχῇ. Ἀπὸ τοίνυν τοῦ πλῶ πλήσω, ἐξ οὗ καὶ τὸ πλήθω, πλήμη, καὶ ἐξ αὐτοῦ πλήμνη. Οὕτω δὲ καὶ πόρνη καὶ μυσάχνη καὶ Αἴτνη καὶ ἄλλα πλεονασμὸν τοῦ ν ἔχειν δεδήλωνται.] Σημείωσαι δὲ ὡς ἡ πλήμνη καὶ τόρμη λέγεται, καθὰ δηλοῖ ὁ γράψας· τόρμη ἡ πλήμνη, εἰς ἣν ὁ ἄξων ἐνήρμοσται, καὶ ὁ ἐν τῷ ἱπποδρόμῳ δὲ δρόμος ἢ ἡ καμπὴ καὶ ὁ ὕσπληξ. Ἔστι δ' ἐνταῦθα προσθεῖναι καὶ τὴν κατὰ Λυκόφρονα τυπωτὴν τῷ τροχῷ τόρμαν, ἤγουν αὐλακοειδῆ γραμμήν. Οἴδαμεν δὲ καὶ ὡς ἡ τῶν Κρητῶν