Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.180
Not analysed yet
γλῶσσα τόρμαν οἶδεν ἰδίαν καθ' ὁμοιότητα τῶν ἐνταῦθα, ἧς ὁ προάρχων τορμάρχης λέγεται παρ' αὐτοῖς. Παυσανίας δὲ ἐκ τῆς τόρμης καὶ ἐκτορμεῖν λέγει τὸ τοῦ καθήκοντος δρόμου ἐκβαίνειν. Προσενθυμητέον δὲ τοῖς ἀνωτέρω ῥηθεῖσι καὶ ἃ εἶπον οἱ παλαιοὶ παρ' Εὐριπίδῃ ἐν τῷ «σύριγγες ἵππων» καὶ «ἐνήλατα», ὡς χρήσιμα πρὸς εἴδησιν καὶ αὐτά. Φασὶ γάρ, ὅτι σύριγγες χοινικίδες, πλῆμναι, ἐνήλατα δὲ τὰ ταῖς χοινικίσιν ἐμβαλλόμενα ἢ πασσαλίσκοι κωλύοντες ἐξιέναι τὸν τροχόν, τὰ καλούμενα, φασίν, ἁμαξηδόνια. καὶ οὕτω μὲν ἐν τούτοις ἄξονος μέρος τι τὰ ἐνήλατα. Λέγεται δὲ παρὰ τῷ αὐτῷ ποιητῇ οὕτω καθ' ὁμωνυμίαν καὶ «κλιμάκων ἐνήλατα», τὰ τῶν βαθμίδων ἄκρα ὡς ἐνειρόμενα τοῖς μηροῖς τῶν κλιμάκων τῶν τε πολεμικῶν καὶ τῶν αὐταῖς ὁμοίων. Καὶ οὕτω μὲν Ὅμηρος κατήρτισε τοὺς τροχούς. (v. 725) Ὧν τὰ ἐπίσωτρα οὕτω λέγονται διὰ τὸ ἐπιτρέχειν ἢ παρὰ τὸ σῴζειν, ὡς ἀπὸ τῆς ἐπί προθέσεως καὶ τοῦ σῶ, τὸ ὁρμῶ, ἢ τοῦ σῴζω. σωστικοὶ γὰρ τῆς ἔσω περιφερείας εἰσὶν οἱ κανθοί. (v. 723) Τὸν μέντοι τοῦ ἅρματος τούτου ἄξονα σιδήρεον εἶναι λέγει, εἰπὼν «σιδηρέῳ ἄξονι ἀμφίς», [ταὐτὸν δ' εἰπεῖν, «ἀμφοτέρωθεν», ὡς πρὸ ὀλίγων ἐρρέθη.] (v. 727 s.) Δίφρος δέ, φησί, χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν, ὡς οἷα δι' ἐκείνων πλεκτός, ἐντέταται. (v. 727—31) Δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι καὶ ῥυμὸς ἀργύρεος. ἐπ' ἄκρῳ δὲ εἶχε χρύσεον ζυγὸν καλὸν καὶ λέπαδνα, ὡς ἐρρέθη, καλὰ χρύσεα. Αἰνίττεται δὲ ταῦτα κατὰ τὴν