Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.19
Not analysed yet
καὶ ὁ ποιητὴς εἰπών· «δούπησε δὲ πεσών, ἀράβησε δὲ τεύχεα ἐπ' αὐτῷ», τῷ μὲν σώματι δοὺς τὸν δοῦπον, τοῖς ὅπλοις δὲ τὸν ἄραβον. (v. 43 s.) Ὅτι Φαιστός μὲν ὀξυτόνως πόλις Κρήτης, Φαῖστος δὲ βαρυτόνως κύριον ὄνομα, ὃν Ἰδομενεὺς ἀναιρεῖ. Ἔνθα καὶ ὅρα ὅπως ἀστείως ὁ ποιητὴς τῷ τῆς Κρήτης βασιλεῖ ἄνδρα ὑποκλίνει ἐκεῖθέν πως τὸ ὄνομα ἔχοντα. ὁ γὰρ Φαῖστος οὗτος ὁ ἐκ Τάρνης, φησίν, ἐριβώλακος, τῇ Φαιστῷ παραλαλεῖται πόλει Κρητικῇ. Τάρνη δὲ Μῃόνων ἤτοι Λυδῶν πόλις, ἐπίκουρος Τρώων. Ὁ δὲ γράφων τὰ Ἐθνικὰ καὶ πόλιν Ἀχαΐας Τάρνην φησί. γέγονε δέ τις μνήμη Τάρνης καὶ ἐν Βοιωτίᾳ. (v. 46) Ὅτι τὸ κεντῆσαι ἤτοι τρῶσαι νύξαι λέγει. φησὶ γάρ· ἔγχει μακρῷ ἔνυξεν ἵππων ἐπιβησόμενον. (v. 47) Ὅτι φανερῶς καὶ ἐνταῦθα κεῖται ὁ σκότος ἀρσενικῶς ἐν τῷ «στυγερὸς δ' ἄρα μιν σκότος εἷλε», λέγει δὲ τὸν θάνατον. διὸ παρακατιών φησι· «θάνατος δέ μιν ἀμφεκάλυψε», καὶ πάλιν· «τὸν δὲ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος». Τὸ μέντοι ἐπὶ τοῦ ἀέρος καὶ αὐτὸ τὰ μὲν πολλὰ οἱ παλαιοὶ ἀρσενικῶς προάγουσι, ἔστι δὲ ὅτε καὶ κατὰ γένος οὐδέτερον. (v. 48) Ἐνταῦθα δὲ καὶ τὸ σκυλεύειν συλεύειν φησί, διότι καὶ τὰ σκῦλα σῦλα λέγεται. ὅθεν καὶ τὸ συλαγωγεῖν. Προσφυῶς δὲ τὸν ἐν Ἅιδου σκότον στυγερόν ἔφη παρὰ τὴν ἐκεῖσε Στύγα. (v. 49—54) Ὅτι Σκαμάνδριόν