Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.186
Not analysed yet
ἑαυτῇ. Τοῦτο δὲ καὶ ἀλληγορίαν ἔχειν ἐθέλει τοῦ προνοητικοῦ τῆς τελείας καὶ μάλιστα βασιλικῆς φρονήσεως, ἥτις ὥς που ὁ παρὰ τῷ Ἰουλιανῷ Τραϊανὸς ἐπὶ τῶν ὤμων φέρει τὰ τρόπαια, οὕτως αὐτὴ ἀναδέδεκται ὡς οἷον εἰς κεφαλὴν φροντίδας πολλῶν πόλεων, ἧς δὴ βασιλικῆς προνοίας καὶ τὰ κατωτέρω καὶ ταπεινὰ καὶ ὡς εἰπεῖν πρὸ ποδῶν φροντίσματα, ὧν οἱ θύσανοι σύμβολον, πολλὰ τυγχάνει καί, ὡς ἄν τις καιρίως εἴπῃ, πολυσχιδῆ. Σχίσματα γάρ τινα καὶ οἱ θύσανοι. Ὅθεν ἀρειθύσανοι κατὰ Παυσανίαν Ἄρεος θύσανοι οἱονεὶ ἀποσχίσματα παρ' Αἰσχύλῳ ἐν Προμηθεῖ Λυομένῳ. Τινὲς δὲ τὸ «ἑκατὸν πόλεων πρυλέεσσιν ἀραρυῖαν» οὕτως ἔφρασαν· ἑκατὸν πόλεων ἀριστεῖς ἔχουσαν, ἢ κεκοσμημένην τοῖς τῆς Κρήτης ὁπλίταις, τουτέστι τὰ τῶν Κορυβάντων ἔργα ἔχουσαν ἐντετυπωμένα. Ὅτι δὲ ἑκατόμπολις ἡ Κρήτη, καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. ὡς δὲ καὶ Κρῆτες οἱ Κορύβαντες, δῆλον καὶ αὐτό. Εὐθεῖαν δέ φασί τινες τοῦ πρυλέεσσι πρύλις, γινομένην ἐκ τοῦ περῶ περύω, τὸ ὁδεύω, περύσω, πέρυλις καὶ πρύλις, ὡς δαμάσω δάμαλις. [Ἴσως δὲ συντελεῖ τι πρὸς τὴν τοιαύτην κλίσιν καὶ τόνωσιν καὶ τὸ κύριον ὁ Πρύλις, ὁ παρὰ Λυκόφρονι.] Καὶ μὴν ἄλλοι, ἐν οἷς καὶ Ἡρῳδιανός, πρυλής γράφουσιν ὀξυτόνως καὶ κλίνουσι κανονικῶς πρυλέος, πρυλοῦς, ὥς που καὶ προείρηται. [Καὶ ἔστιν ἀσφαλέστερον τοῦτο. ἀπὸ γάρ τοι τοῦ πρύλις