Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.187
Not analysed yet
πρύλεες ὤφειλεν εἶναι ὡς ὄφεες, ἀλλὰ μὴν εὕρηται πρυλέες ὡς εὐσεβέες.] (v. 743) Τὸ δὲ τετραφάληρον καὶ ἀμφίφαλον ἐξηγούμενοι οἱ παλαιοί φασιν, ὅτι φάλοι μὲν οἱ κατὰ τὸ μέτωπον τῆς περικεφαλαίας ἀσπιδίσκοι, φάλαρα δὲ κρίκοι τινὲς τῆς περικεφαλαίας ἐν ταῖς παραγναθίσιν, ὡς εἶναι διαφορὰν ταύτην φάλων καὶ φαλάρων. Τινὲς μέντοι ταὐτὰ ὑπέλαβον ἀμφότερα, ὡς εἶναι τὸ τετραφάληρον ἐξηγητικὸν τοῦ ἀμφίφαλον. ἡ γὰρ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα τοιαῦτα καὶ αὖ πάλιν ἐν τοῖς ἔμπροσθεν καὶ ὄπισθεν ἀμφίφαλος μὲν ἤγουν δίφαλός ἐστι τῇ συζύγῳ, τετραφάληρος δὲ τοῖς καθ' ἕν. Ὅτι δὲ φάλαρα καὶ ἵππων ἐστὶ κόσμος προμετωπίδιος, ὡμολόγηται, γινόμενος καὶ αὐτὸς ἀπὸ τοῦ φάω, τὸ λάμπω, ὅθεν φάλιον τὸ λευκόν, ἐξ οὗ ἵππος τε φάλιος ὁ τὸ μέτωπον, φασίν, ἔχων λευκόν, καὶ ἄνθρωπος φάλιος, οὗ αἱ περὶ τὸ μέτωπον τρίχες λευκαί. Τινὲς δὲ καὶ ἄλλως περὶ τοῦ φάλου φράζοντες ἀνάστημά φασιν αὐτὸν περικεφαλαίας προμετωπίδιον καὶ ἀσπιδίσκιόν τι μικρὸν καὶ λαμπρὸν ἢ ἧλον λαμπρόν. (v. 740 s.) Ἐν δὲ τῷ χωρίῳ τούτῳ ὅρα καὶ τὴν ἐπιμονὴν τῆς ἐν προθέσεως καὶ τὸ ἐν τῇ ἐπιμονῇ γοργόν. Φησὶ γὰρ «ἐν δ' ἔρις, ἐν δ' ἀλκή» καὶ τὰ ἑξῆς, ὡς καὶ ἀλλαχοῦ ἐν τῷ «ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ἵμερος, ἐν δ' ὀαριστύς». Τὸ δὲ σχῆμά ἐστι περικαλλὲς καὶ καλεῖται ἐπαναφορὰ διὰ τὸ τὰ