Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.20
Not analysed yet
τινα λέγει ὑπὸ Μενελάου πεσεῖν θήρης αἵμονα, ἤγουν ἐπιστήμονα, ἐσθλὸν θηρητῆρα, ἑκηβολίαις κεκασμένον, ὃν ἐδίδαξεν Ἄρτεμις αὐτὴ βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη. ἔπαινοι δὲ ταῦτα κυνηγοῦ. Ὅτι δὲ κυνηγετικὴ ἡ Ἄρτεμις, πολλαχοῦ ὁ μῦθός φησιν. Ὥσπερ δὲ τὸν ἄριστον χαλκεύειν ὁ Ἥφαιστος λέγεται διδάξαι, καὶ τῷ τοξότῃ διδάσκαλος ὁ Ἀπόλλων, καὶ ὁ δεξιὸς δὲ κλέπτειν Ἑρμοῦ πλάττεται μαθητής, Ἀθηνᾶς δὲ ὁ τέκτων, ὡς μετ' ὀλίγα ὁ Φέρεκλος, οὕτω καὶ τὸν κυνηγετικὸν Σκαμάνδριον ἡ Ἄρτεμις ὡς θηρατικὴ διδάξαι τὴν θήραν λέγεται, [οὐ διά τινος μεθοδεύοντος ἢ ἐνεργοῦντος τὰ ἐκείνης, ἀλλ' αὐτὴ ἐκείνη, ὃ δὴ κατ' ἐξοχὴν ῥηθὲν τεχνικώτατον ὡς θυμόσοφον ἢ θεόσοφον εἶναι τὸν Σκαμάνδριον ὑποδηλοῖ. Οὕτω καὶ Φέρεκλος μετ' ὀλίγιστα φιλητὸς φανεῖται τῇ Ἀθηνᾷ ὡς ἀγαθὸς ναυπηγός.] (v. 51) Ἰστέον δὲ ὅτι τὸ «ἐσθλὸν θηρητῆρα» ἐφερμηνευτικόν ἐστι τοῦ «αἵμονα θήρης», ὥσπερ καὶ τὸ Ἄρτεμις αὐτὸν ἐδίδαξεν. Ἔστι δὲ αἵμων οἱονεὶ δαίμων ἤτοι δαήμων, τουτέστι μεμαθηκώς· οὗ τὸ ἐναντίον ἀδαήμων, οἷον «μάχης ἀδαήμονι φωτί». Ἡ δὲ τραγῳδία ἔχει καὶ κύριον ὄνομα Αἵμονα. (v. 52) Τὸ δὲ «ἃ τρέφει οὔρεσιν ὕλη» φιλοσόφως πρόσκειται. ἄγρια μὲν γὰρ φύσει πάντα τὰ ἄλογα, ὧν διαστέλλεται τῷ ἡμέρῳ ὁ ἄνθρωπος. Κυνηγός δὲ οὐχ' ὁ πᾶν ἁπλῶς ἄγριον βάλλων, ἀλλ' ὁ τὰ ἐν ὄρεσι. τὰ κατοικίδια γὰρ ἄγρια ἢ τὰ περιειργμένα καὶ ὁ τυχὼν ἂν βάλλοι. (v. 54) Σημείωσαι δὲ καὶ ὡς τὸ μὲν ἑκηβόλος Ἀπόλλωνος ἐπίθετον εἶναι θέλει ὁ ποιητής, τὸ δὲ θηλυκὸν παράγωγον, τὴν ἑκηβολίαν, οὐκ ὀκνεῖ καὶ ἀνδρὶ θνητῷ ἐπιλέγειν, ὥσπερ ἐνταῦθα τῷ Σκαμανδρίῳ αὐτὴν προσμαρτυρεῖ. Ἐκ τοῦ ἑκὰς δὲ βάλλειν ὁ ἑκηβόλος συντεθείς, καθὰ καὶ ἡ ἑκηβολία, ὅμως διὰ τὸ συχνὸν τῶν βραχειῶν συλλαβῶν ἔτρεψαν τὸ α τῆς δευτέρας μετὰ τὴν ἄρχουσαν