Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.193
Not analysed yet
αἰγᾶς, ἤτοι αἰγίδας, ὅ ἐστιν αἰγῶν δοράς. Σημείωσαι δὲ ὅτι οὐ μόνον αἰγίδες τὰ ῥηθέντα λέγονται, ἀλλὰ καὶ ἄλλο τι ἡ λέξις δηλοῖ. Αἴλιος μὲν γὰρ Διονύσιός φησιν· αἰγὶς τὸ ἐκ τῶν στεμμάτων δίκτυον. Παυσανίας δὲ τὸ ἐκ τῶν στεμμάτων πλέγμα καὶ τὸ διὰ τῶν στεμμάτων πεπλεγμένον δίκτυον. Καὶ αὐτοὶ μὲν οὕτω. οἷον δὲ ἔργον ἡ τοιαύτη αἰγίς, οὐκ ἐδήλωσαν σαφῶς. Εἰκὸς δὲ τά τε εἰρημένα στέμματα ἐξ ἐρίων εἶναι κατὰ τὸ «στέμματα ξήνασα», καὶ τὰ ἐξ αὐτῶν δὲ πλεκόμενα μὴ αὐτόχρημα δίκτυα γίνεσθαι ἁλιευτικά, ὁποῖα δὲ τὰ εἰς ζώνην παρὰ τοῖς ὕστερον χρήσιμα, οἷς ἐπανθοῦν τι χνοῶδες ἐν τῷ γναφεύεσθαι ἀποτελοίη ἂν αἰγιδοειδῆ αὐτά. Τῶν δὲ μνημονευθέντων κροσσῶν διὰ τοῦ ο μικροῦ ἡ παραλήγουσα, οἷς δηλαδὴ τὸ ἄκρον σείεται. Ὁ μέντοι παρὰ Σοφοκλεῖ κρωσσός, ὅ ἐστι κρατήρ, γενόμενος, φασί, παρὰ τὸ κερῶ, καὶ ἐν συγκοπῇ κρῶ, τὸ σταλάσσω καὶ ἐπιχέω, καὶ οἱ παρὰ Λυκόφρονι δὲ καὶ ἑτέροις κρωσσοί, ἀγγεῖα ἐκεῖνα δεξιὰ ὑδρεύεσθαι, λάγυνοι ἴσως ἢ ξέσται καὶ τοιαῦτά τινα, τῷ ω μεγάλῳ παραλήγεται. [Ἔτι ἰστέον ὅτι καὶ Ἀπόλλωνος ἡλίου ἐστὶν αἰγίς, ὃν τρόπον καὶ Διὸς τοῦ εἰς ἀέρα ἐκλαμβανομένου, ἐπειδὴ καὶ τῷ τοιούτῳ Διῒ αὐτός ἐστιν αἴτιος τοῦ αἰγίζειν ἢ καταιγίζειν ἢ καθ' Ὅμηρον ἐπαιγίζειν, ὡς ἀνάγων γῆθεν ὑψοῦ τὰς ἀναθυμιάσεις. καὶ τοιαῦτα μὲν ταῦτα. Ὁ δὲ γραμματικὸς Ἀριστοφάνης ἴδιόν τι σύγγραμμα περὶ αἰγίδος προενεγκὼν ἄλλα τέ τινα λέγει οὐ πάνυ γλαφυρὰ καὶ ὅτι Ὅμηρος τοῖς πάθεσι καὶ τοῖς δι' αὐτῶν ἀποτελουμένοις πράγμασιν ὁμωνύμους τινὰς ἐφιστᾷ