Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.194
Not analysed yet
δαίμονας, εἰδωλοποιουμένους μυθικῶς, ἐφ' ὧν καὶ τὸ ἀποτελοῦν, ἤγουν παρασκευαστικόν, νοεῖται καὶ τὸ ἀποτελούμενον κακὸν ἐναργῶς. Ἔρως γοῦν καὶ πλοῦτος καὶ ἔρις καὶ ὕβρις καὶ δεῖμος καὶ φόβος καὶ κυδοιμὸς καὶ βροντὴ καὶ ἀστραπὴ καὶ ἄλλα μυρία ὁμωνύμως δηλοῦσι τὴν εἰδωλοποιΐαν τε δαιμονιώδη καὶ τὸ ἐκεῖθεν σύμπτωμα. ἐν δὲ τοῖς τοιούτοις λέγει ὁ αὐτὸς καὶ ὅτι τὸ συνεστραμμένον πνεῦμα καὶ καταράσσον ἄνεμον κατάρη λέγουσιν ὁ Ἀλκαῖος καὶ ἡ Σαπφὼ διὰ τὸ κατωφερῆ ὁρμὴν ἔχειν.] (v. 745) Ὅτι ὄχεα φλόγεα ὁ Ὁμηρικὸς μῦθος τῇ φωσφόρῳ δίδωσιν Ἀθηνᾷ, τουτέστι λαμπρά. Καὶ ὅρα σύντομα πάρισα, ἤτοι ὁμοιοτέλευτα, τὸ ὄχεα φλόγεα. Τοῦτο δὲ καὶ διὰ τὸ τοῦ χρυσοῦ εἶπε πυροειδές, ὃ τάχα καὶ τῷ Διομήδει πρὸ μικροῦ ἐνήστραπτε. τοιοῦτον γὰρ τὸ χρύσεον χρῶμα. ὅθεν καὶ Πίνδαρος αἰθομένῳ πυρὶ τὸν χρυσὸν εἴκασεν. (v. 745—7) Εἰ δὲ καὶ ἔμπρακτος εἴη ἡ Ἀθηνᾶ, τότε καὶ ἔγχος λαμβάνει «βριθύ, μέγα, στιβαρόν, ᾧ δάμνησι στίχας ἀνδρῶν ἡρώων, οἷς ἂν κοτέσσηται». Ταῦτα δὲ χρήσιμα καὶ εἰς ἄνδρα τινὰ βριαρὸν πολεμιστήν, κείμενα καὶ ἐν Ὀδυσσείᾳ. [Ὅτι δὲ τὸ λαμβάνειν λάζεσθαι οἶδε λέγειν ἡ ποίησις, ἀφ' οὗ παράγωγον τὸ λαζύω λάζυμι, ὡς ζεύγνυμι, καὶ ὅτι ἔγχος οὐ μόνον δόρυ δηλοῖ, ἀλλά που καὶ ξίφος, ὡς καὶ παρὰ Σοφοκλεῖ, δῆλόν ἐστιν.] (v. 748)