Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.195
Not analysed yet
Ὅτι τὸ «Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετο ἵππους», ποιητικῶς περιπέφρασται ἀντὶ τοῦ ἡνιόχει. Ἔστι δὲ ἐπιμαίεσθαι κοινῶς μὲν τὸ ζητεῖν, ὅθεν καὶ ἡ Μαῖα καὶ Μαίων τὸ κύριον, ἄλλως δὲ τὸ μεταχειρίζεσθαι καὶ ἅπτεσθαι, ἐπεὶ καὶ μάσασθαι τὸ ἅψασθαι ἀπὸ τοῦ μῶ, ἐξ οὗ τὸ μαίω παράγεται. Μάστιγι οὖν ἐπιμαίεσθαι ἵππους ἐστὶ τὸ ὡσεὶ καὶ χειρὶ ἅπτεσθαι, τὸ δέ ἐστι μαστίζειν. (v. 768) Διὸ ἐπάγει «μάστιξε δ' ἵππους». οὓς καὶ κεντρηνεκέας μετ' ὀλίγα φησίν, εἰς ταὐτὸν ἄγων τὴν μάστιγα καὶ τὸ κέντρον. Ὧν παραγωγὴ κατὰ τὸ «ἀτραποὶ διηνεκέες». ἄμφω γὰρ ἀπὸ τοῦ ἐνεγκεῖν γίνονται. (v. 753 s.) Ἐν τούτοις δὲ πλάττει καὶ τὸν Δία «θεῶν ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Ὀλύμποιο», καθὰ καὶ ἐν τῇ α ῥαψῳδίᾳ, ταὐτολογῶν συνήθως, οἷα εἰκός. καὶ οὕτω καθ' ἡσυχίαν καὶ ἡ Ἥρα ἐντυγχάνει αὐτῷ καὶ τυγχάνει οὗ θέλει. [(v. 752) Ἰστέον δὲ ὡς ὁ μεγαλόνους Πίνδαρος ἐπαινεῖ τινα ἵππον ὡς μὴ κεντρηνεκέα, δέμας δὲ ἀκέντητον δρόμῳ παρέχοντα. καί εἰσι μέν τινες τοιοῦτοι, Ὅμηρος δὲ ἐκ τοῦ πλεονάζοντος ἔφρασεν.] (v. 749—51) Ὅτι τὰς Ὥρας φιλοσοφῶν ὁ ποιητὴς πυλωροὺς αὐτὰς λέγει τοῦ οὐρανοῦ καὶ ἐπιτετράφθαι αὐταῖς φησι «μέγαν οὐρανὸν Οὔλυμπόν τε», οὐ διὰ τὰ ἐκ τῶν Ὡρῶν ἀπο-