Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.196
Not analysed yet
τελέσματα, ὡς ἄν τις εἴποι ἀστεϊζόμενος, ἀλλὰ ὥστε «ἠμὲν ἀνακλῖναι», φησί, «πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι», τουτέστι καὶ ἀνοῖξαι νέφος, οἷά τινα πύλην, καὶ αὖθις ἐπιθεῖναι. Τῷ ὄντι γὰρ ὧραί τινές εἰσιν ὡς ἐπὶ πολὺ καὶ καιροὶ τεταγμένοι τοῦ νεφελοῦσθαι τὸν οὐρανὸν εἴτε καὶ μή. Ὅτι δὲ πύλαι οἷον τῷ οὐρανῷ τὰ νέφη, δηλοῖ ὁ ποιητὴς εἰπὼν τὸ «αὐτόματοι δὲ πύλαι μύκον οὐρανοῦ», ὅ ἐστιν ἤχησαν καὶ ἠνοίχθησαν ἐξιούσῃ τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ. (v. 751) Καιριωτάτη δὲ λέξις ἐπὶ ἀνοίξεως πυλῶν τὸ ἀνακλίνειν, ὡς πολλαχοῦ φαίνεται, ἵνα ᾖ κλίνειν μὲν τὸ κλείειν, ἀνακλίνειν δὲ τὸ ἀνάπαλιν. (v. 749) Ὅρα δὲ ὅπως τὸ ἔμυκον, ἐπὶ βοὸς κυρίως κείμενον, ἐπὶ πύλης εἶπε τῆς διὰ τὴν ἄγαν ἁρμογὴν ἠχητικῆς καὶ οἷον μυκητικῆς ὀνοματοποιῶν καὶ ἐκ τοῦ παρακολουθοῦντος ἤχου πυλῶν τε μέγεθος καὶ στερεότητα δηλῶν καὶ ἄνοιξιν αὐτῶν. καὶ ἐν Ὀδυσσείᾳ δέ πού φησι «τὰ δ' ἀνέβραχεν ἠΰτε ταῦρος», τὰ θύρετρα δηλαδή. Καὶ σημείωσαι ὅτι ὁ παραβολικῶς δεξάμενος ταύρου δίκην ἠχεῖν θύρας δέξαιτ' ἂν καὶ τὸ μυκᾶσθαι αὐτάς. Καὶ οὕτω τὸ ἀναιδὲς ταύτης τῆς λέξεως διὰ παραβολῆς ἑτέρωθι συνήθους τεθεράπευται, εἰ καὶ μὴ παράκεινται ἀλλήλαις ἥ τε λέξις καὶ ἡ ῥηθεῖσα παραβολή. Σημείωσαι δὲ καὶ ὅτι ἐντεῦθεν οἱ μεθ' Ὅμηρον λαβόντες μυκᾶσθαί φασι καὶ βροντάς, ἐπεὶ καὶ αἱ Ὁμηρικαὶ αὗται πύλαι νέφη εἰσὶ βροντώδη μυκηθμόν ποτε ἀφιέντα. Ἀκόλουθον δὲ πάντως τὸν ἐν Ὀλύμπῳ οἴκους πλασάμενον καὶ πύλας αὐτοῖς τολμῆσαι