Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.21
Not analysed yet
συλλαβῆς εἰς μακρὸν τὸ η διὰ συντέλειαν δακτυλικήν. Τὸ δ' αὐτὸ αἴτιον καὶ τὴν ἐλαφοβολίαν ἐλαφηβολίαν ἔφρασε καὶ τὴν σταχυολόγον σταχυηλόγον καὶ τὸν λαμπαδοφόρον λαμπαδηφόρον. (v. 53) Ὅτι τὸ «ἀλλ' οὔ οἱ τότε χραῖσμεν Ἄρτεμις» ἁπλῶς οὕτω παρέρριψεν ἀφελῶς ὁ ποιητής, οὐ σκώπτων τὴν Ἄρτεμιν, ὡς μὴ ἔχουσαν τῷ μαθητῇ κυνηγῷ Σκαμανδρίῳ βοηθεῖν, ἀλλ' αὐτὸ λέγων ἁπλοϊκῶς δίχα εἰρωνείας τὸ πρᾶγμα, ὅτι δηλαδὴ οὐδὲν ἐλυσιτέλησε τῷ Σκαμανδρίῳ ἡ τοξικὴ τέχνη. Εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῷ ποιητῇ σχήματα, καθὰ καὶ ὅτε ξενοδόχου τινὸς πεσόντος φησίν, ὡς οὐδέν τι τότε αὐτῷ ἔχραισμεν ἡ φιλοξενία καὶ τὸ πάντας φιλεῖν «ὁδῷ ἔπι οἰκία ἔχοντα». καὶ ἐκεῖ γὰρ οὐ σκώπτει ἀπανθρώπως τὸ τῆς φιλοξενίας φιλάνθρωπον, ἀλλὰ φιλαλήθως ἱστορεῖ οἷος ἐκεῖνος ὢν οἷον ἔπαθεν. (v. 59—64) Ὅτι ἀναιρεῖται ἐνταῦθα ὑπὸ Μηριόνου Φέρεκλος, τέκτονος υἱὸς Ἁρμονίδου, ὃς ὑπὸ Ἀθηνᾶς, φησίν, ἔξοχα φιλούμενος «χερσὶν ἠπίστατο δαίδαλα πάντα τεύχειν». «ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο, οἷ τ' αὐτῷ». Ἰστέον δὲ ὡς φέρεται λόγος, ὅτι Λακεδαιμονίοις λοιμῷ πιεζομένοις ἔχρησεν Ἀπόλλων ἐξιλάσκεσθαι τοὺς τῶν Τεύκρων, ἤγουν τῶν Ἰλιέων, δαίμονας. Μενέλαος οὖν ἀφικόμενος εἰς Ἴλιον ἐποίει τὸ προσταχθέν. κἀκεῖθεν συμπλεύσαντος αὐτῷ Ἀλεξάνδρου συμπαραγέγονεν εἰς Δελφούς. καὶ αὐτὸς μὲν ἐζήτει χρησμὸν λήψεσθαι περὶ παίδων γενέσεως, Ἀλέξανδρος δὲ περὶ γυναικὸς ἐμαντεύετο. χρᾷ οὖν αὐτοῖς ἡ Πυθία· «Τίπτε δύο βασιλῆες, ὃ μὲν Τρώων, ὃ δ' Ἀχαιῶν, οὐκέθ' ὁμὰ φρονέοντες ἐμὸν δόμον εἰσανέβητε, ἤτοι ὃ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν, αὐτὰρ ὃ πῶλον ἑλεῖν. τί νυ μήσῃ, ὦ μεγάλε Ζεῦ»; τοὺς δὲ μὴ νοήσαντας τὸ λόγιον χωρισθῆναι. (v. 63 s.) Διὸ καὶ Ὅμηρός φησιν, ὅτι αἱ νῆες κακὸν ἐγένοντο τοῖς Τρωσὶ καὶ τῷ ναυπηγησαμένῳ, «ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη», τὸν ῥηθέντα δηλαδὴ χρησμόν, ἢ ἃ ὤφειλεν εἰδέναι. πυθέσθαι γὰρ ἐχρῆν καὶ μαθεῖν θεόθεν, εἰ ναυπηγητέον. οἱ δέ φασιν ὅτι θέσφατα λέγει ὧδε ὁ ποιητὴς τὸν χρησμόν, ὃς δοθεὶς τοῖς Τρωσὶν ἐκέλευε ναυτιλίας μὲν ἀπέχεσθαι, γεωργίᾳ δὲ προσέχειν τὸν νοῦν, μή ποτε θαλάσσῃ χρώμενοι σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ἀπολέσωσιν. (v. 59) Ἰστέον δὲ ὅτι τὸ «τέκτονος