Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.22
Not analysed yet
υἱόν» οἱ μὲν ἀκριβέστεροι ἐπίθετόν φασιν, οἷα τέκτονος λεγομένου καὶ τοῦ ναυπηγοῦ, ὡς δηλοῖ τὸ «τεκτήνατο νῆας ἐΐσας», ὥστε εἶναι ἐνταῦθα δύο πρόσωπα, υἱὸν μὲν τὸν Φέρεκλον, πατέρα δὲ τὸν Ἁρμονίδην. Τινὲς δὲ κύριον ἐνόησαν ὄνομα καὶ τὸν Τέκτονα καὶ τρία φασὶ πρόσωπα, ἵνα ὁ μὲν Φέρεκλος εἴη Τέκτονος υἱός, ὁ δὲ Τέκτων υἱὸς τοῦ Ἅρμονος. Καὶ ὅρα ὅπως οἰκεῖα ναυπηγοῖς τὰ ὀνόματα. ὁ γὰρ νῆα τεκταινόμενος κλᾷ τε φερόμενα τὰ ξύλα καὶ εὖ δὲ συναρμόττει αὐτά. Οὕτω δὲ καὶ πρὸ ὀλίγου Δάρητά τινα ἔλεγεν ἱερέα καὶ υἱὸν αὐτοῦ ἱστορεῖ Φηγέα. ἐκδέρειν γὰρ δεῖ τὰ θυόμενα καὶ φηγοῖς καίειν, ὅ ἐστιν ξύλοις. (v. 60—2) Τὸ δὲ «ὃς ἠπίστατο δαίδαλα τεύχειν» καὶ «ὃς Ἀλεξάνδρῳ τεκτήνατο νῆας» τινὲς μὲν περὶ τοῦ Φερέκλου νοοῦσιν. ὃ καὶ κάλλιον. Οὕτω γὰρ ἱστοροῦσι πολλοί, ὧν καὶ ὁ Λυκόφρων ἐστί. Τινὲς δὲ περὶ τοῦ Ἁρμονίδου. καὶ ἔστιν ὁ τρόπος ἀμφιβολία. Ἀθηνᾶ δὲ λέγεται τῷ τέκτονι τούτῳ διδάσκαλος, ἐπεὶ αἱ κατὰ χειρωναξίαν τοιαῦται τέχναι τὴν Ἀθηνᾶν ἐπιστάτιν ἐπιγράφονται, ὡς καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται. (v. 63) Τὸ δὲ «αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο» τρόπος ἐτυμολογίας ἐστίν. ἵνα γὰρ μή τις νοήσῃ κοινὸν πάσης νηὸς ἐπίθετον τὸ ἀρχέκακον, διαφωτίζει τὸ ἀσαφὲς ὁ ποιητής, εἰπὼν ὅτι αὗται αἱ νῆες λέγονται νῦν ἀρχέκακοι, ὡς κακῶν κατάρξασαι τοῖς Τρωσὶ πᾶσι. Καὶ ὅρα τὸ πᾶσιν. ἐγένοντο μὲν γὰρ ἀρχὴ κακοῦ καὶ τοῖς Ἀχαιοῖς, ἀλλὰ μάλιστα τοῖς Τρωσίν. Ἑλλήνων μὲν γὰρ πολλοὶ δι' αὐτὰς ὤλοντο, οἱ Τρῶες δὲ μικροῦ δεῖν πάντες παθόντες πανωλεθρίαν. Σημείωσαι δὲ ὅτι ταὐτὸν εἰπεῖν συνθέτως ἀρχέκακον καὶ διαλελυμένως ἀρχὴν κακοῦ κατὰ Ἴωνας.