Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.23
Not analysed yet
Φησὶ γοῦν Ἡρόδοτος Ἀττικάς τινας νῆας, αἳ τοῖς Ἴωσι πεμφθεῖσαι, φησίν, εἰς βοήθειαν ἀρχὴ κακῶν ἐγένοντο Ἕλλησί τε καὶ βαρβάροις. Τοιοῦτον παρ' αὐτῷ καὶ τὸ «αἱρεθεὶς εἰς ἀρχήν». ἀφ' οὗ ὕστερον τὸ ἀρχαιρεσιάζειν συντέθειται, καὶ τὸ θέης ἄξιος, ἀντὶ τοῦ ἀξιοθέατος, καὶ ἕτερα. (v. 64) [Τὸ δὲ «οἷ τ' αὐτῷ» ἀρχὴ γέγονε γνωμικοῦ, πρῶτα μὲν Ἡσιόδῳ, εἶτα καὶ Καλλιμάχῳ, τοῦ εἰπόντος, ὡς ὁ τεύχων ἑτέρῳ κακὸν ἑῷ ἥπατι τεύχει. ὃ δὴ καὶ τῷ Φερέκλῳ συνέπεσε.] Τὸ δὲ «θεῶν θέσφατα» ἔστι μὲν οἷον ἐτυμολογικὸς τρόπος, εἴρηται δὲ πρὸς διαστολὴν θεσφάτων, ἅπερ οὐκ αὐτὸς θεὸς λέγει ἀλλὰ τέχνη μαντική. (v. 61) Ἐν δὲ τοῖς ῥηθεῖσιν εἰπόντος Ὁμήρου «ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη» ὅρα τὸ ἐφίλατο, κλιθὲν φανερῶς ὡς τὸ ἵστατο. ἀφ' οὗ κατά τινας ἐν τοῖς ἑξῆς τὸ «νῦν με φίλαι, Ἀθήνη», ἀντὶ τοῦ φίλησον, ὡς ἀπὸ τοῦ ἐφιλάμην καθ' ὁμοιότητα τοῦ ἐτυψάμην τύψαι. Ἡ δὲ ἐΐση οὐ μόνον ἐστὶ νηῶν ἐπίθετον, ἀλλὰ καὶ δαιτός, ὡς πολλαχοῦ φαίνεται. Τὸ δὲ οἷ αὐτῷ συνθέτως ἑαυτῷ φασιν οἱ μεθ' Ὅμηρον, ὡς καὶ τὸ αὐτόν μιν ἑαυτόν καὶ τὸ ἔμ' αὐτὸν ἐμαυτόν. (v. 66 s.) Ὅτι γλουτός κατὰ τοὺς παλαιοὺς τὸ σφαίρωμα τῆς κοτύλης κατὰ τὸν μηρόν. Ῥοῦφος δὲ τὰ μετὰ τὴν ὀσφὺν σαρκώδη, ἐφ' ὧν καθίζομεν, πυγὰς εἰπὼν ἐπάγει· ἄλλοι δὲ γλουτοὺς καλοῦσι. Διὸ καὶ οἱ Ἐτυμολόγοι παρὰ τὸν γλοιὸν ἐτυμολογοῦσιν αὐτοὺς διὰ τὸ ἐν αὐτοῖς τρυφερόν, φασί, καὶ ἁπαλὸν καὶ γλοιῶδες. κατὰ δέ τινας λαγόνα, φασίν, ὁ γλουτός σημαίνει. Ὅμηρος δέ, καθὰ πρὸ βραχέων διεσάφησε τὸ μετάφρενον ἐκ τοῦ ἀντικρὺ τόπου, ὅς ἐστι τὰ στήθη, οὕτω πως καὶ τὸν γλουτόν εἰπὼν «βεβλήκει γλουτὸν κατὰ δεξιόν. ἣ δὲ διαπρὸ ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἤλυθ' ἀκωκή». Δοκεῖ γὰρ λέγειν ἀντικρὺ ἑτέρωθεν τοῦ ῥηθέντος γλουτοῦ κεῖσθαι τὴν κύστιν, ἣ καὶ ἀπὸ τοῦ κεύθω γενομένη ἐξῶσε τὸ ε ὁμοίως τῷ πεύθω πύστις, ἡ μάθησις, καὶ ἑτέροις πολλοῖς