Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.24
Not analysed yet
δηλουμένοις ἀλλαχοῦ. [Ἰστέον δὲ ὅτι μετ' ὀλίγα ὁμοίᾳ μεθόδῳ ἑρμηνεύσει καὶ τὸ κατὰ κεφαλὴν ἰνίον ποῦ ἐστι τῆς κεφαλῆς.] Ὅτι πολλὰς καὶ ἐν τοῖς παροῦσι Τρωϊκὰς ἱστορίας ὁ ποιητὴς παραπλέκει. ἕκαστον γὰρ τῶν πιπτόντων ὑπὸ τοῖς Ἕλλησι Τρώων γενεαλογεῖ. τὸν τοῦ Δάρητος Φηγέα, ὃν ἀνεῖλεν ὁ Διομήδης, τὸν Ὁδίον, ὃς ἔπεσεν ὑπὸ Ἀγαμέμνονος, τὸν Φαῖστον, οὗ περιγέγονεν Ἰδομενεύς, τὸν Σκαμάνδριον, ὃς ὑπὸ Μενελάου πέπτωκε, τὸν ὑπὸ Μηριόνου πεσόντα Φέρεκλον, τὸν ῥηθησόμενον Πήδαιον, ὃν ἔπεφνε Μέγης, τὸν Ὑψήνορα, ὃν μετ' ὀλίγα ὁ Εὐρύπυλος πρόσθεν αὐτοῦ φεύγοντα μεταδρομάδην ἤλασεν ὦμον. Ποιεῖ δὲ ταῦτα καὶ πυκναῖς ἱστορίαις ἀρτύει τὸν τόπον τοῦτον ἅμα καὶ τοὺς ἀκροατὰς ἐνάγων εἰς πολυμάθειαν, ὡς καὶ ἐν ἄλλοις τόποις, καὶ τοὺς ἀριστέας τῶν Ἀχαιῶν σεμνύνων, ὡς ἀξιολόγων Τρώων περιγινομένους, καὶ τὴν ποίησιν καταποικίλλων, καὶ τὸ ὕπτιον δὲ τῆς διηγήσεως ἀνιστῶν εἰς γοργότητα τῇ παρεμπλοκῇ τῶν ἱστοριῶν, καὶ ἑαυτὸν δὲ δεικνύων ἐν ἱστορίαις πολύϊδριν. τοῦτο δὲ καὶ ἀλλαχοῦ ποιήσει ἐν πολλοῖς τόποις διὰ τὰς αὐτὰς αἰτίας. Σημείωσαι δὲ καὶ ὅτι πολλαχῶς καὶ ἐνταῦθα σχηματίζει τὰ πράγματα. Τῶν γὰρ πιπτόντων ὁ μὲν ἐκβάλλεται τοῦ δίφρου, βάθος τι δηλαδὴ ἔχοντος, ὡς δηλοῖ μετ' ὀλίγα καὶ τὸ «ἐξ ἵππων βῆσεν», ὁ δὲ νύττεται ἔγχεϊ, ἵππων ἐπιβησόμενος. ὁ δὲ πεζὸς φεύγων οὐτάζεται τὸ μετάφρενον. καὶ ὅλως πολλὴ διὰ πάντων ἡ τῆς πολυσχημοσύνης διάθεσις παρὰ τῷ ποιητῇ, ὃς καὶ ἑκάστῳ τῶν πιπτόντων τοιαῦτα ἐπιλέγει «δούπησε δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ», καὶ «ἤριπε δ' ἐξ ὀχέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλε», καὶ «ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ», καὶ «γνὺξ δ' ἔριπ' οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε», καὶ «ἤριπε δ' ἐν κονίῃ, ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσιν». —