Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.25
Not analysed yet
Ἔνθα καὶ σημείωσαι τὴν τοῦ βληθέντος ὀδύνην, δι' ἣν κατέσφιγξε τοῖς ὀδοῦσι τὸν σίδηρον. —καὶ αὖθις «τὸν δὲ κατ' ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή». οὕτω πολύφωνόν τι χρῆμα ἡ Ὁμηρικὴ γλῶσσα. Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅπως καιρία λέξις ἐστίν, ὡς ἐν ποιήσει, τὸ ἐριπεῖν. διὸ καὶ ἐνέμεινεν αὐτῇ ὁ ποιητὴς ἐπὶ πολύ. τῷ δὲ πεσεῖν δὶς μόνον ἐνταῦθα ἐχρήσατο ἐν τῷ «δούπησε δὲ πεσών», καὶ «αἱματόεσσα χεὶρ ἐν πεδίῳ πέσεν». (v. 70 s.) Ὅτι ἔστιν ἐνταῦθα ἰδεῖν μητρυιὰν ἀγαθήν, Θεανώ, τὴν Ἀντήνορος γυναῖκα, ἥτις νόθον ὄντα τὸν Πήδαιον ἔτρεφεν ἐπιμελῶς ἶσα φίλοις τέκνοις χαριζομένη τῷ ἀνδρί. Καὶ σημείωσαι τὴν ἀγαθότητα τῆς μητρυιᾶς γενομένην οὐ διὰ τὸν πρόγονον, ἀλλὰ διὰ τὸ φίλανδρον. Φράζει δ' ἐνταῦθα ὁ ποιητὴς οὕτω «Πήδαιον Ἀντήνορος υἱόν, ὅς ῥα νόθος μὲν ἔην, πύκα δ' ἔτρεφε δῖα Θεανὼ ἶσα φίλοισι τέκεσσι, χαριζομένη πόσεϊ ᾧ». (v. 72 s.) Λέγει δὲ καὶ ὅτι τοῦτον Μέγης ἐγγύθεν ἐλθὼν βεβλήκει. Ἔνθα ὅρα τὸ βεβλήκει ῥηθὲν ἀντὶ τοῦ ἔκρουσεν, ἔτυψεν, ἔτρωσεν. Οὐ γὰρ πόρρωθεν ἀλλ' ἐγγὺς ἐλθὼν ἔβαλε κατὰ τοὺς οὐτάζοντας. (v. 73 s.) Ὅτι ἰνίον λέγεται τὸ μετὰ κορυφὴν ὄπισθεν τῆς κεφαλῆς. δόρυ γοῦν ἐκεῖ που ἐμπαγὲν διεξέδυ «ἀντικρὺ δ' ἀν' ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός». Οἱ δὲ ἰνίον φασὶ τὸ κοῖλον τοῦ τένοντος ἢ τὸ πλατὺ καὶ παχὺ νεῦρον τὸ καθῆκον ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν αὐχένα. Σημείωσαι δὲ ὡς οὐ μόνον ἐνταυθοῖ, ἀλλὰ καὶ ἑτέρωθι πεφιλοτίμηται ὁ ποιητής, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, μέρη τινὰ σωματικὰ ὑποδηλῶσαι διὰ τῶν ἀντικρὺ αὐτοῖς ἀντικειμένων ἑτέρωθεν. Καὶ ὅτε γοῦν εἶπεν ὅτι πληγέντος τινὸς τὴν κόρσην τὸ δόρυ διῆλθεν ἑτέρου κροτάφου, τῷ ἀντικρὺ κροτάφῳ ἐδήλωσε καὶ τὴν κόρσην, ὡς ἐκεῖ ἐρρέθη. ὅμοιον καὶ τὸ «βεβλήκει γλουτὸν κατὰ δεξιόν. ἀντικρὺ δὲ κατὰ κύστιν ὑπ' ὀστέον ἦλθεν ἀκωκή», ὡς καὶ αὐτὸ πρὸ ὀλίγων ἐδηλώθη. καὶ ὅτε δὲ τὰ μετάφρενα πληγέντος τινὸς τὸ δόρυ διὰ τοῦ στήθους εἶπεν ἐλαθῆναι, τὴν τῶν μετα-