Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.26
Not analysed yet
φρένων θέσιν ἐδήλωσεν, ὡς καὶ τοῦτο πρὸ μικροῦ εἴρηται. (v. 77—9) Ὅτι Δολοπίονά τινα ἱστορῶν Ὅμηρος ὡς ἀγαθὸν ἱερέα φησὶν «ὅς ῥα Σκαμάνδρου ἀρητὴρ ἐτέτυκτο, θεὸς δ' ὣς τίετο δήμῳ». ὁ δὲ τοιοῦτος θεοείκελος ἂν εἴη καὶ θεοειδής. Ὅτι οἱ ἀρχαῖοι καὶ ἐν μέσῳ λέξεων ἐπνευμάτιζον καὶ τὰ φωνήεντα καὶ τὸ ῥῶ. εὕρηται οὖν ἐν ὑπομνήμασι παλαιῶν τοιαῦτά τινα. ὅτι τοῦ Εὐαἴμων τὴν αι δίφθογγον, κἂν ἐκ τοῦ αἷμα γίνεται, ὅμως ψιλοῖ ὁ Ἀσκαλωνίτης, ἵνα κύριον γένηται ὄνομα, ὥσπερ καὶ τὸ Φίλἰππος καὶ Μελάνἰππος. καὶ ἐν αὐτοῖς γὰρ ἐψίλουν τὸ πρὸ τοῦ π δίχρονον διὰ τὸ κύρια εἶναι, κἂν ἐκ τοῦ ἵππος παράγωνται. Φασὶ δὲ καὶ ὅτι ἐν τῷ ταλαύρινος, ὃ δηλοῖ τὸν εὔτολμον καὶ ἰσχυρόν, Ἀρίσταρχος μὲν ψιλοῖ τὸ ρ, λέγων οὐ σύνθετον εἶναι σχηματισμόν, ἀλλὰ ἔννοιαν ἁπλῆν. Τρύφων δὲ ἀρέσκεται σύνθετον εἶναι τὴν λέξιν παρὰ τὸ ταλαόν καὶ τὸ ῥινός. διὸ καὶ ἐδάσυνε τὸ ρ. λέγουσι δὲ οἱ παλαιοὶ καὶ ὅτι εἴτε λεκτὸν τὸ ἐπὶ τέλους φωνῆεν εἴτε καὶ παρέλκει, φυλαττέσθω τὸ πνεῦμα. καὶ ὅτι εὕρηται τὸ Πάνὁρμος δασυνόμενον καὶ τὸ μελιἡδὴς οἶνος. καὶ ὅτι κακῶς δασύνουσί τινες τοῦ Ἐνυώ τὸ υ. ἄμεινον γάρ, φασί, ψιλοῦν, διότι οὐκ ἔστι κύριον, ἀλλὰ τὴν πολεμικὴν δηλοῖ, ἀφ' ἧς καὶ ὁ Ἐνὐάλιος. ἢ καὶ διότι ἀπὸ τοῦ ἐναύειν γίνεται κατὰ Ἀπολλόδωρον, ὅ ἐστιν ἐμφωνεῖν. ἤ, ὡς ὁ Ἡρακλέων φησίν, ἀπὸ τοῦ ἕνω, τὸ φονεύω, ὅθεν καὶ αὐτοἕντης καὶ αὐθέντης