Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.27
Not analysed yet
ὁ αὐτοφόντης. Εὕρηνται δὲ λέγοντες οἱ παλαιοὶ καὶ ὅτι ἡ ἁλός γενικὴ ἐπὶ μὲν κυρίων ὀνομάτων συνθέτων ψιλὸν ἀποφέρεται πνεῦμα, οἷον Εὐρύἀλος, Ἀστύἀλος, ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα, οἷον «ἐν ἀμφιἅλῳ Ἰθάκῃ», ὕφἁλος πάρἁλος, καὶ ὅτι τὸ ἀἕκων δασύνει τὸ ε. στέρησις γάρ ἐστι τοῦ ἑκόντος καὶ ἐξ αὐτοῦ κατὰ κρᾶσιν τὸ ἄκων. ἀπὸ γοῦν τῶν τοιούτων καὶ ἑτέρων δὲ πλειόνων σημειούμεθα, ὡς οἱ ἀρχαῖοι οὐ μόνον ἐν ταῖς ἀρχαῖς τῶν λέξεων τὸ ρ στοιχεῖον καὶ τὰ φωνήεντα ἐπνευμάτιζον, ἀλλὰ καὶ ὁπουδήποτε. Οἱ γοῦν Ἀττικοί, ὡς καὶ Ἀθήναιός φησι, τοῦ ταὧς τὴν λήγουσαν περιέσπων τε καὶ ἐδάσυνον, ὥσπερ αὖ πάλιν τοῦ λαὄς, κριὄς, ἰὄς καὶ τῶν ὁμοίων τὰ τέλη ἐψίλουν. Ἡρῳδιανὸς δὲ περὶ τοῦ, ὡς ἐρρέθη, κατὰ τὸν Φίλιππον πνευματισμοῦ νοήσας ἑτεροῖόν τι, φησίν, ὅτι Φίλιππον μὲν τὸ κύριον ἀξιοῦσιν οἱ γραμματικοὶ ψιλῶς λέγεσθαι, δασέως δὲ τὸ ἐπίθετον, ἀγνοοῦντες ὅτι καθ' ἓν ἑκάτερα δύνανται εἶναι. καὶ γὰρ λεύκιππος λέγεται παρὰ Στησιχόρῳ ἐπιθετικῶς. ἀλλὰ καὶ Λεύκιππος ὀνομάζεται ὁμοίως ὁ Φοίβης καὶ Ἑλαείρας πατήρ. Ὥστε ψιλοῖ αὐτὸς ἐν ἀμφοῖν τούτοιν τοῦ ἵππος τὴν ἄρχουσαν καὶ οὐκ ἐν μόνῳ τῷ κυρίῳ. Χρῆσις δὲ τοῦ ἐπιθετικοῦ λευκίππου καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «λεύκιππος Αἰνιὰν γένος», ὃ καθὰ ἐκ τοῦ εἷμα λευχείμων, οὕτω καὶ αὐτὸ ἐκ τοῦ ἵππος λεύχιππος ἂν ἦν κοινότερον. (v. 80) Ὅτι τὸ μὲν ἐπιτροχάδην ἐπὶ γλώσσης, ὥς που ἐπὶ Μενελάου, εἴρηται, τὸ δὲ μεταδρομάδην ἐπὶ ποδῶν, ὡς ἐνταῦθα «μεταδρομάδην ἤλασεν ὦμον». Καὶ σημείωσαι ὅπως, εἰ καὶ ὁμοίαν πως ἔχουσιν αἱ λέξεις ἄμφω παραγωγήν, ἀλλὰ τὸ σημαινόμενον αὐταῖς διάφορον. εἰ γὰρ καὶ τρόχος καὶ δρόμος ταὐτόν, ἀλλ' ἰδοὺ γλώσσης μὲν τὸ ἐπιτροχάδην, ποδῶν δὲ τὸ ἐπιδρομάδην. Οὕτω καὶ τὸ πανοῦργος καὶ τὸ παντουργός, εἰ καὶ λέξις ἡ αὐτὴ ἀμφοῖν ἔγκειται, τὸ ἔργον δηλαδή, ἀλλ' ἔχουσι διαφορὰν παρὰ τοῖς ὕστερον, εἰ καὶ Σοφοκλῆς ἄνδρα παντουργόν τὸν Ὀδυσσέα εἰπὼν εἰς ταὐτὸν ἄγειν