Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.28
Not analysed yet
δοκεῖ ἑκάτερα. (v. 81 s.) Ὅτι ἐν τῷ «ἀπὸ δ' ἔξεσε χεῖρα βαρεῖαν, αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε» τὸ ἀπέξεσεν ἀντὶ τοῦ ῥᾷστα ἀπέκοψεν εἴληπται. ῥᾷον γὰρ τὸ ξέειν τοῦ κόπτειν. τοῦτο δὲ καὶ ἀπαράσσειν λέγεται. (v. 83) Ὅτι πορφύρεον Ὅμηρος θάνατον λέγει οὐ μόνον τὸν ἐξ αἵματος ἢ τὸν μέλανα, ὡς καὶ κῦμα πορφύρεον, ἀλλὰ καὶ τὸν ἐκ μιᾶς πληγῆς, ὡς καὶ ὁ Αἰλιανός φησιν, ἱστορῶν τοὺς πορφυρέας μιᾷ καταφορᾷ χειρὸς τὴν ζῶσαν πορφύραν συντρίβειν, ἵνα καλὸν οὕτω τὸ βάμμα τῆς πορφύρας γένηται. ὅθεν καὶ θάνατος πορφύρεος, ὁποῖον ἂν πάθοι πορφύρα, μιᾷ καὶ αὐτὴ θανατουμένη πληγῇ. [Γνωστὸν δὲ ἐξ ἱστορίας ἐστίν, ὅτι πορφυρεύς τις δολιευσάμενος ἐν βαφῇ καὶ ἀπαγόμενος εἰς θάνατον κατ' ἔθος προὐκαλέσατό ποθεν εἰς ἀστεῖον σκῶμμα ἐκ τῶν Ὁμήρου τὸ «τὸν δ' ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή».] (v. 85 s.) Ὅτι ἐμψύχου λόγου καὶ ἀληθῶς ἐνδιαθέτου καὶ θερμοῦ ἡ τοιαύτη παρ' Ὁμήρῳ πρὸς τὸν ἀκροατὴν ἀποστροφὴ «Τυδείδην δ' οὐκ ἂν γνοίης ποτέροισι μετείη ἢ μετὰ Τρώεσιν ὁμιλέει ἢ μετ' Ἀχαιοῖς». Καὶ δείκνυσι κατὰ τοὺς παλαιοὺς τὸ βεβακχευμένον τοῦ Διομήδους ἡ τῆς ἑρμηνείας ταύτης θερμότης. Σημείωσαι δὲ καὶ νῦν, ὡς καὶ πρὸ τούτων, ἐν τῷ «οὐδ' ἂν φαίης τόσσον λαόν» καὶ ἑξῆς, ὅτι ταῖς τοιαύταις ἀποστροφαῖς μυθικῶς μὲν ἡ Μοῦσα χρᾶται πρὸς τὸν ποιητήν, ἀληθῶς δὲ ὁ ποιητὴς πρὸς τὸν ἀκροατήν, καὶ ὅτι τὸ «οὐκ ἂν γνοίης τὸν Διομήδην εἴτε Τρωσὶν ὁμιλεῖ εἴτε Ἕλλησιν», ἐφερμηνευτικόν ἐστι τοῦ «ὁποτέροισι μετείη», καὶ ὅτι ὁ λόγος οὗτος ἐνθουσιᾶν τὸν στρατηγὸν δηλοῖ καὶ εἰς βάθος ἔρχεσθαι, ποτὲ μὲν τῶν Τρωϊκῶν τάξεων, ὡς δοκεῖν καὶ αὐτὸν Τρωϊκὸν εἶναι, ποτὲ δὲ τῶν Ἑλληνικῶν, ὀτρύνοντα ταύτας εἰς πόλεμον. (v. 87—94) Ὅτι ἐν παραβολῇ σεμνύνων τὸν τοῦ Διομήδους ἐνθουσιασμόν φησιν· «ἔθυνεν ἀνὰ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ, ὅς τ' ὦκα ῥέων ἐκέδασσε γεφύρας. τὸν δ' οὔτ' ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν, οὔτ' ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων ἐλθόντ' ἐξαπίνης, ὅτ' ἐπιβρίσει Διὸς ὄμβρος. πολλὰ δ' ὑπ' αὐτοῦ ἔργα κατήριπε κάλ' αἰζηῶν. ὣς ὑπὸ Τυδείδῃ πυκιναὶ κλονέοντο φάλαγγες Τρώων, οὐδ' ἄρα