Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.29
Not analysed yet
μιν μίμνον πολέες περ ἐόντες». (v. 87) Ἰστέον δὲ ὅτι τε διὰ τὴν καιρικὴν ἀνδραγαθίαν οὐκ ἀεννάῳ τὸν Διομήδην εἴκασε ποταμῷ ἀλλὰ χειμάρρῳ, καὶ ὅτι τὸ «ὅτ' ἐπιβρίσει Διὸς ὄμβρος», ἤτοι ὁ ἐξ ἀέρος ὑετός, ὁ ἐξ ὕλης ὁρισμός ἐστι τοῦ χειμάρρου. τί γάρ ἐστι χείμαρρος; ἢ πάντως ὄμβρος ἐλθὼν ἐξαπίνης καὶ ῥέων ὅπῃ τύχῃ, καθ' οἷον ἄν τις εἴπῃ καιρόν, εἰ καὶ ἐκ τοῦ πλεονάζειν ἐν χειμῶνι χείμαρρος ἐκλήθη, ὡς καὶ προερρέθη. Ἡσίοδος δὲ καὶ τὸν ἐν τῷ ἐδάφει τοῦ πλοίου πάτταλον χείμαρρον καλεῖ, τὸν καὶ ἴβδην λεγόμενον. ποιεῖ δὲ τοῦτο ἀστείως διὰ τὸ ἐκεῖθεν τῆς νηὸς ἀπορρέειν τὸ ὄμβριον ὕδωρ, ὡς διὰ χειμάρρου τινός. (v. 91) Τὸ δὲ «ὅτ' ἐπιβρίσει» πάνυ ἀσφαλῶς εἴρηται. Ὅταν μὲν γὰρ κοῦφοι ὦσιν ὑπὸ θερμότητος οἱ ἄνω ἀτμοί, οὐχ' ὕει. ἐπιλιπούσης δ' αὐτῆς, πιλοῦνται καὶ βρίθοντες κάτω φέρονται. (v. 87) Τὸ δὲ πλήθειν ταὐτόν ἐστι τῷ πλημύρειν. ἐκ γὰρ τοῦ πλήθω ῥήματος ἥ τε παρὰ τῷ Γεωγράφῳ πλήμη γίνεται καὶ ἡ ἐξ αὐτῆς πλημύρα. Ὅρα δὲ καὶ ὅπως οὐ συνήθως ἐσχημάτισε τὴν παραβολήν, οἷον «ἠΰτε χείμαρρος» ἢ «ὡς δ' ὅτε», ἀλλὰ δίχα τοιούτου ἐπιρρήματος ἤρξατο, εἰπών· ἔθυνε ποταμῷ ἐοικώς. Καὶ σημείωσαι καὶ νῦν τὸ ἐοικώς. ἐκ τούτου γὰρ εἰκόνα οἱ ὕστερον λέγουσι τὴν παραβολήν. (v. 88) Τὸ δὲ «ὦκα ῥέων» τὸ αἴτιόν ἐστι τοῦ τὰς γεφύρας καὶ τὰ ἕρκη σκεδάζεσθαι. τὰ γὰρ οὕτως ὠκὺ ῥέοντα ὕδατα κατασύρειν ἔχουσι τὰ παραπίπτοντα. Τοῦ δὲ κεδάζω, ἐξ οὗ τὸ ἐκέδασε, πρωτότυπον τὸ κεδῶ, οὗ παράγωγον καὶ τὸ κεδαίω. Γίνεται δέ, φασίν, ἀπὸ τοῦ χέω. ἴσως δὲ καὶ παρὰ τὸ κεάσαι, ὡς τὸ «διά τε ξύλα