Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.40
Not analysed yet
ὀρθολεκτεῖν.] Ἰστέον δὲ ὡς τὸ μὴ ἐριοφορεῖν παροιμίαν ἐξήνεγκε τὸ εἰς ὄνου πόκους ἐπὶ τῶν ἀκερδῶν καὶ ἀλυσιτελῶν, ἣν παρῳδήσας ὁ Κωμικὸς ὄνου πόκας παίζων πλάττει ὡς οἷά τι χωρίον ἐν Ἅιδου. (v. 138) Χραῦσαι δὲ λέγεται τὸ ἐπιπολῆς ξέσαι εἰς αὐτὸν τὸν χροῦν τοῦ σώματος. Καὶ γίνεται ἐπενθέσει ἤγουν πλεονασμῷ τοῦ υ ἀπὸ τοῦ χράω, ὡς τὸ «ἔχραε κήδειν», καὶ «μητέρι μοι μνηστῆρες ἐπέχραον». ὡς δὲ χράω χραύω, οὕτω καὶ λάω, οἷον «ἀσπαίροντα λάων», καὶ κατὰ πλεονασμὸν λαύω, ἐξ οὗ καὶ τὸ ἀπολαύω καὶ λαυκανία ὁ λαιμός. Οὕτω δὲ καὶ ἄω αὔω, τὸ πνέω καὶ φωνῶ, καὶ ψάω ψαύω καὶ ἐλάω ἐλαύω, ἐξ οὗ τὸ ἐλαύνω. (v. 139) Τὸ δὲ «σθένος ὦρσεν» ἐν τοῖς ἑξῆς σαφέστερον ἐρεῖ, ὅτε εἴπῃ ὁ Πάνδαρος ὅτι βαλὼν τὸν Διομήδην ἤγειρα μᾶλλον. ταὐτὸν γὰρ τὸ σθένος ὄρσαι καὶ τὸ ἐγεῖραι μᾶλλον, ὅθεν καὶ ὄρθρος λέγεται ὁ ὀρθῶν καὶ ἐγείρων ἡμᾶς. (v. 140) Σταθμοί δὲ τὰ ἐν τοῖς ἀγροῖς ζῳοστάσια, αἱ ἐπαύλεις καὶ ὅλως κατοικίαι ἀγροτικαί. πολλὴ δὲ ἡ χρῆσις παρὰ τῷ ποιητῇ. Τίθησι δέ που τὴν λέξιν καὶ ἐπὶ ζυγίου, ὡς ἀλλαχοῦ φανήσεται, καὶ μέρος δὲ θυρῶν ἐν Ὀδυσσείᾳ οἱ σταθμοί, οὓς παραστάδας ὁ Τραγικός φησιν, [Αἱ δὲ ἱστορίαι