Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.41
Not analysed yet
σταθμούς οἴδασι λέγειν καὶ τὰς ὡρισμένας εἴτ' οὖν τεταγμένας ἐνοδίους ἀναπαύλας τοῖς εἴτε ἱππεῦσιν εἴτε πεζοδρόμοις, ἃς καὶ ἀλλαγάς ἔλεγόν τινες. οὕτω γὰρ τοσοίδε σταθμοὶ ὁδευθῆναι λέγονται πρός τινων καὶ τοσούσδε σταθμοὺς εἶναι ἀπὸ τοῦδέ τινος τόπου εἰς ἄλλον φαμέν.] Τὸ δὲ «τὰ δ' ἐρῆμα φοβεῖται» σχῆμά ἐστι καινοπρεπὲς καὶ τοῖς φθάσασιν ἀκατάλληλον. ὤφειλε μὲν γὰρ εἰπεῖν· αἱ δ' ἐρῆμαι φοβοῦνται, τουτέστιν αἱ εἰροπόκοι ὄϊες. ὁ δὲ ἐσχημάτισεν ὡς πρὸς ποίμνια ἢ πρόβατα ἢ θρέμματα. ταὐτὸν γὰρ εἰπεῖν ὄϊας καὶ εἰπεῖν ποίμνια ἢ πρόβατα. Τὸ δ' ἐναντίον τούτου ἐπέπεσεν ἐν τῷ τέλει τῆς β. ἐκεῖ μὲν γὰρ ἀπὸ οὐδετέρου πληθυντικοῦ εἰς θηλυκὸν μετέπεσεν, εἰπών· πτηνῶν ἔθνεα ποτῶνται, ἀγαλλόμεναι πτερύγεσσιν, ἤγουν ἀγέλαι πέτονται ἀγαλλόμεναι. ἐνταῦθα δὲ μετέβη ἀπὸ θηλυκοῦ πληθυντικοῦ εἰς οὐδέτερον. Ἔφη γάρ· εἰροπόκοις ὀΐεσσιν, ἃ ἐρῆμα φοβοῦνται, ἤγουν εἰροπόκοις ζῴοις ἢ ποιμνίοις, ἃ ἔρημα τοῦ βοηθήσοντος φεύγει. εἶτα εὐθὺς πάλιν ἐπανακάμπτει εἰς τὸ ἐξ ἀρχῆς θηλυκὸν εἰπών· αἳ μὲν ἀγχηστῖναι κέχυνται, ἤγουν αἱ ὄϊς. Τὸ δὲ ἐρῆμα προπερισπῶσιν οἱ παλαιοί. ὥσπερ γὰρ ἑτοῖμον λέγει Ὅμηρος προπερισπωμένως κατὰ ἀρχαϊσμόν, οὕτω καὶ ἐρῆμον τὸ παρ' ἡμῖν ἔρημον. καὶ καινὸν οὐδέν, εἴγε καὶ Θουκυδίδης ἀσυνήθως τροπαῖον λέγει προπερισπῶν. Τὸ μέντοι ὁμοῖος αὐτὸ μὲν οὐκ ἔχει παραδοξίαν τινά. ἀνάλογον γάρ ἐστι τοῖς διὰ τοῦ οῖος προπερισπωμένοις, δοκοῦν προπερισπασθῆναι καὶ ἐκ τοῦ ὁμοίϊος. μᾶλλον δὲ τὸ ὅμοιος ἔχει τι καινὸν κατὰ συνήθειαν, ὥς φασιν, Ἀττικήν. Ἰστέον δὲ ὅτι καὶ τὸ παρὰ τῷ Θουκυδίδῃ τροπαῖον οὐ ξενίζει κατὰ τὸ ἑτοῖμον καὶ τὸ ἐρῆμον. Ἔχει γὰρ καὶ ἐκεῖνο ἀναλογίας ὁμοιότητα ἐκ τοῦ τροπαῖος ἀρσενικοῦ ὃ γίνεται ἀπὸ τοῦ τροπή. δῆλον γὰρ ὅτι τροπαῖος λέγεται Ζεύς. Αὐτὰ δέ γε παλαιο-