Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.42
Not analysed yet
τροπίαν τινὰ ἔχουσι. Διὸ Ἡρῳδιανός φησιν ὅτι τὸ παρ' Ὁμήρῳ ἐρῆμον καὶ ἑτοῖμον οἱ νεώτεροι Ἀττικοὶ ἀναλόγως φασὶν ἔρημον καὶ ἕτοιμον. (v. 141) Τὸ δὲ ἀγχηστῖναι δηλοῖ μὲν τὸ πυκναί γίνεται δὲ παρὰ τὸ ἄγχι ἑστάναι, ὃ ποιοῦσιν αἱ ὄϊες διὰ φόβον πυκνούμεναι ὡς ἐπὶ συνασπισμῷ. Σημείωσαι δὲ ὅτι νῦν μὲν τὸ ἀγχηστῖνος σύνθετον εὕρηται, μετ' ὀλίγα δὲ τὸ ἄγχι ἑστηκέναι διαλελυμένον εὑρήσεις. ἴσως δὲ καὶ πρὸς ἀντιδιαστολὴν τῶν αἰπολίων τὸ ἀγχηστῖναι εἴρηκεν. ἐκεῖνα γὰρ πλατέα λέγεται διὰ τὸ οὕτω τὰς αἶγας νέμεσθαι. Γράφεται δὲ διὰ τοῦ η ἡ προπαραλήγουσα τοῦ ἀγχηστῖναι, ὡς ἀπὸ τοῦ ἑστάναι, τροπῇ τοῦ ε εἰς η. ἄλλως δὲ τὰ ἀπὸ τοῦ ἄγχι ἐπιρρήματος πάντα διὰ τοῦ ι γράφεται, ἐν οἷς καὶ ὁ ἄγχιστος, ὅθεν τὸ ἀγχιστεύειν καὶ τὰ ἐξ αὐτοῦ. Τὸ δὲ κέχυνται σύντονον κίνησιν κἀνταῦθα ζῴων δηλοῖ, ὥς που καὶ ἐπὶ ἀνδρῶν φανήσεται λεχθέν. (v. 142) Τὸ δὲ βαθέης ἁπλοῦν ἐστι καὶ ἀπαθές, ὡς ἐκ τοῦ βαθύς βαθέος, κατὰ τὸ νέα, ῥέα. ὅτε δὲ τὸ ι προσλάβῃ, ἑτέρας ἀναλογίας γίνεται. τοιοῦτον καὶ τὸ «ὠκέα Ἶρις». Τὸ δὲ ἐξάλλεσθαι τῆς αὐλῆς ταὐτόν ἐστι τῷ ὑπεράλλεσθαι, ὡς ὁ ποιητὴς ἐδήλωσεν. Ἡ γὰρ ἐξ πρόθεσις οὐ μόνον τὴν ἔξω δηλοῖ σχέσιν ἀλλὰ καὶ ὕψωμα πολλάκις σημαίνει, ὡς καὶ ἐν τῷ ἐξωγκώθη καὶ ἐν τῷ ἐκνομίως ᾐσχύνετο καὶ ἐν ἄλλοις πολλοῖς. (v. 143) Τὸ δὲ «Τρώεσσι μίγη» τῆς κατὰ τὴν μισγάγκειαν καὶ αὐτὸ ἔχεται παραβολῆς. Φιλεῖται δὲ ἡ τοιαύτη λέξις τῷ ποιητῇ καὶ τῷ Πινδάρῳ δέ, ὡς καὶ προείρηται, ὃς καὶ νίκῃ μιγῆναί τινα λέγει, ἀντὶ τοῦ νικῆσαι, καὶ ἄλλα ὅμοια. (v. 144—7) Ὅτι καὶ ἐνταῦθα τὴν συνήθη