Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.48
Not analysed yet
Πάνδαρον ὁ ποιητὴς οἶδεν, ἀλλὰ καὶ ἀντίθεον αὐτὸν καὶ ἀμύμονά φησι καὶ κρατερόν, ἐξαίρων τὸ τοῦ Διομήδους ἐπ' αὐτῷ ἀρίστευμα, εἴπερ αὐτὸς τὸν τοιοῦτον ἀναιρεῖ. ἄλλως γὰρ οὐ πάνυ ἄξιος ἐπαίνου ὁ Πάνδαρος, διὰ τὸ γένος δὲ καὶ τὴν ἀνδρίαν οἱ ἔπαινοι. οὐ γὰρ ἑτέρως ἀντίθεος καὶ ἀμύμων ὁ, ὡς ἐδείχθη, ἐπίορκος, ἔτι δὲ καὶ ἀνελεύθερος, ὡς καὶ μετὰ μικρὸν δειχθήσεται. Ὡς οὖν τὰ καλὰ τῶν θυμάτων ἐχρυσοῦντο εἰς ἄγαλμα, οὕτω καὶ ὁ Πάνδαρος ἐπαίνοις καταστέφεται εἰς σέμνωμα τοῦ Διομήδους, ὑφ' ᾧ πεσεῖται. (v. 171—3) Ὅτι ἔπαινος τοξότου τὸ «ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ καὶ κλέος, ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ' ἀνήρ», οὐδέ τις ἐν τῷ δεῖνι τόπῳ ἢ ἐν τοῖς δεῖνα σέο γ' εὔχεται εἶναι ἀμείνων. πρὸς Πάνδαρον δὲ τὸν ἐκ Λυκίας ὁ Αἰνείας ταῦτά φησι. Καὶ σημείωσαι ὅτι τε ἑνικῶς νῦν εἶπε τὸ τόξον, εἰωθὼς ἐν ἄλλοις καὶ πληθυντικῶς προφέρειν αὐτό. μετ' ὀλίγα οὖν ἀγκύλα τόξα ἐρεῖ. οὕτω καὶ καμπύλον ἅρμα οἴσετον ἑνικῶς, καὶ «ἔλαυνε ἅρματα» πληθυντικῶς. (v. 172) Καὶ ὅτι Ἀττικῶς τὸ ἐρίζεται ἀντὶ τοῦ ἐρίζει φησίν, ὡς καὶ ἀλλαχοῦ τὸ διώκεται ἀντὶ τοῦ διώκει καὶ ἄλλα δὲ μυρία τοιαῦτα, ἐφ' ὧν Ἀττικωτέρα ἡ παθητικὴ λέξις. Ὅρα δὲ καὶ ὅτι τὸ ἀνήρ καὶ ἐνταῦθα ἐκτείνει τὴν ἄρχουσαν. ἐν μέντοι τῷ «ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει» καὶ ἐν ἄλλοις μυρίοις συστέλλεται. (v. 173) Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα Λυκίας μέμνηται Ὅμηρος τῆς μικρᾶς τῆς περὶ Ζέλειαν, ἥτις ὥσπερ μικρὰ Λυκία, οὕτω καὶ μικρὰ Τροία ἐλέγετο. διὸ καὶ μετ' ὀλίγα ἄρχειν Τρώεσσι καὶ ἡγεῖσθαι Τρώεσσι λέγεται ὁ Πάνδαρος, τοῖς Ζελειώταις δηλονότι. Οἱ μέντοι ὑπὸ τῷ Σαρπηδῶνι Λύκιοι, ὡς καὶ προείρηται, τῆς μεγάλης Λυκίας εἰσὶν ἔποικοι. (v. 175 s.) Ὅτι ἀνθρώπῳ εὐδοκιμοῦντι ἐν μάχῃ ἐπιπρέπει τὸ «ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργεν, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ' ἔλυσε». (v. 174—8) Ὅτι τὸ πρὸς τὸν Σπαρτιάτην Λυκοῦργον λεχθὲν ἐν δισταγμῷ σεμνῶς ὑπὸ Ἀπόλλωνος τὸ «δίζομαι, ἠὲ θεόν σε προσείπω ἢ βροτόν» πολλῷ πρότερον Ὅμηρος ἐνόησε. Λέγει οὖν ὁ Αἰνείας πρὸς τὸν Πάνδαρον· «ἀλλ' ἄγε τῷδ' ἔφες ἀνδρί», δηλαδὴ τῷ Διομήδει, «βέλος, εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν». ἔνθα καὶ γνωμικὸν κεῖται τὸ χαλεπὴ δὲ θεοῦ ἐπιμῆνις. Ἔστι δὲ πλεονασμὸς ἐνταῦθα τῆς ἐπι προθέσεως, ὡς καὶ ἐν τῷ «βοῶν ἐπι-