Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.49
Not analysed yet
βουκόλος ἀνήρ» καὶ ἐπίουρος. καὶ οὕτω μὲν εἶπεν ὁ Αἰνείας ἐνδοιάζων. (v. 1836) Ὁ δὲ Πάνδαρος παραφράζων ἀφελέστερον λαλεῖ τὸ αὐτὸ νόημα, λέγων ὅτι σάφα οὐκ οἶδα, εἰ θεός ἐστιν. εἰ δ' ὅ γ' ἀνὴρ «Τυδέος υἱός, οὐχ' ὅ γ' ἄνευ θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι ἕστηκεν ἀθανάτων, νεφέλῃ εἰλυμένος ὤμους». Καὶ ἔστιν ὃ λέγει ὁ Πάνδαρος, ὅτι ἢ θεός ἐστιν ὁ φαινόμενος ἢ θεῖος ἀνὴρ καὶ οὐκ ἄνευ θεοῦ ἀνδραγαθῶν. Καὶ ὅρα οἵαν γνῶσιν ὁ Διομήδης ἔφθασε σχεῖν ὑπὸ Ἀθηνᾶς. αὐτὸς γὰρ οὐκ ἐνδοιαστικῶς οἶδεν ἐν τῷ γράμματι τούτῳ, ἀλλὰ κρίνει θεὸν καὶ ἄνδρα, [ἤγουν διακρίνει. Ἐν τοῖς τοιούτοις δὲ πιθανότητα πλάσεως ὁ ποιητὴς ἑαυτῷ ἐπιμαρτύρεται, μονονουχὶ λέγων ὡς οὐκ ἀπιθάνως πλάττω συνεφαπτομένους τῆς μάχης θεούς. ἰδοὺ γὰρ καὶ οἱ ῥηθέντες ἥρωες τοιαῦτα οἴονται.] (v. 185) Σημείωσαι δὲ ὅτι τὸ μαίνεται νῦν μὲν ἐπὶ ἀνθρώπου εἶπεν ἐνθουσιῶντος εἰς μάχην, ἀλλαχοῦ δὲ δόρυ μαίνεσθαι λέγει, ψυχώσας οἷον τὸ ὅπλον ἐκεῖ τρόπῳ ποιητικῷ. Ἰστέον δὲ ὅτι τοῦ μαίνομαι οὐκ ἔστιν ἐνεργητικὸς ἐνεστὼς ἀσύνθετος ἐν χρήσει, ἀλλὰ μετὰ προθέσεως. ὡς γὰρ ὀχῶ ἄλλον καὶ πορεύω ἄλλον, ὀχοῦμαι δὲ καὶ πορεύομαι ἐγώ, οὕτω καὶ ἐκμαίνω ἄλλον, οὗ μετοχὴ τὸ «τέτρωρον ἐκμαίνων ὄχον». ὁ μέντοι κατ' ἐνέργειαν παρακείμενος εὕρηται ἐν ἁπλότητι. μέμηνα γάρ. ὁ δὲ ἐνεργητικὸς ἀόριστος μετὰ προθέσεως. ἐξέμηνα γάρ. [Δῆλον δὲ καί, ὅτι ἐν πολλοῖς αἱ καθ' ὑπερβολὴν ἐπιθυμίαι κλῆσιν ἔχουσιν ἐκ τοῦ μαίνεσθαι, καὶ μάλιστα αἱ φαῦλαι. χρυσομανής γοῦν σκώπτεταί τις καὶ οἰνομανής. καὶ ἡ ἐρωμανία δὲ τοιοῦτόν τί ἐστι καὶ ὅσα τοιαῦτα, ἐν οἷς καὶ ὁ γυναιμανής. κεκλήρωται δὲ καὶ δούλοις ἐντεῦθεν