Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.89
Not analysed yet
τῷ «ἀλύεις ὅτι Ἶρον ἐνίκησας», καὶ Πλούταρχος δὲ κατακόρως οὕτω χρᾶται τῇ λέξει. Φασὶ δὲ τὸν Ἀσκαλωνίτην δασύνειν τὸ ἁλύω ἐπὶ τῆς χαρᾶς. εἴρηται δὲ περὶ τούτου καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. (v. 353 s.) Ὅτι Ἀφροδίτη μετὰ τὴν βολὴν ὑπὸ Ἴριδος τῆς μυθικῆς χειραγωγεῖται καὶ τοῦ πολέμου ἐξάγεται ἀχθομένη ὀδύναις, μελαίνετο δὲ χρόα καλόν. Φασὶ δὲ τὴν Ἶριν ἐρωτικὴν καὶ αὐτὴν εἶναι. καὶ μήν τινες, ὡς καὶ προεγράφη, αὐτῆς καὶ Ζεφύρου παῖδά φασι γενέσθαι τὸν Ἔρωτα. ταῦτα δὲ οὕτω μυθεύεται διὰ τὴν ἀλληγορουμένην Ἶριν, ἐπεὶ καὶ αὐτὴ ἔχει τί ἐπαφρόδιτον διὰ τὸ τῶν χρωμάτων κάλλος. διὸ καὶ οἰκείως πως ἔχειν δοκεῖ πρὸς Ἀφροδίτην. Ὠκεῖαν δὲ καὶ νῦν, ὡς ποδήνεμον, ταὐτὸν δ' εἰπεῖν ἀελλόποδα, τὴν Ἶριν λέγει, μυθικῶς μὲν διὰ τὸ πτερωτὴν εἶναι καὶ ταχεῖαν, καθὰ καὶ ὁ Ἑρμῆς. Ἄγγελοι γάρ εἰσι καὶ ἀμφότεροι. διὸ καὶ ἀπὸ τοῦ εἴρω, τὸ ἀγγέλλω, ἐτυμολογοῦνται. ἀρετὴ δὲ ἀγγέλου τὸ τάχος. Ἀλληγορικῶς δὲ διὰ τὸ ταχὺ τῆς Ἴριδος εἴς τε τὸ γίνεσθαι καὶ εἰς τὸ ἀπογίνεσθαι. [Ὅτι δὲ διττῶς ἡ Ἶρις, ἡ μὲν γὰρ σωματοειδής, ὡς δῆθεν κατὰ γυναικὸς εἶδος, οἷον «Ἶρις δ' αὖθ' Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν», ἡ δὲ τὸ ἐν ἀέρι σημεῖον, οἷον «ὡς δ' ὅτε πορφυρέην ἶριν» καὶ ἑξῆς, καθωμίληται. Τὸ μέντοι ἴρινον μύρον καὶ τρίτην τινὰ ἶριν ἐμφαίνει εἶναι, περὶ ἧς ἐν ἄλλοις δηλοῦται.] (v. 355 s.) Ὅτι ἔοικεν ὁ Διομήδης περὶ τὰ τοῦ πολέμου δεξιὰ εὐδοκιμεῖν, ὡς τῶν Τρωϊκῶν ἀριστέων ἐν τοῖς ἀριστεροῖς νῦν μάλιστα πονουμένων. διὸ Ἀφροδίτη μάχης ἐπ' ἀριστερὰ τὸν Ἄρην εὑροῦσα καθήμενον, ἤτοι ἐγκείμενον καὶ προσεδρεύοντα, ἤδη δὲ καὶ ἀργοῦντα καὶ οὐ πάνυ ἀγωνιῶντα, διὰ τὸ ἐκεῖσε τοὺς Τρωϊκοὺς ἀριστέας νικᾶν, εἰς ἐπικουρίαν τῶν δεξιῶν αὐτὸν προκαλεῖται, ὡς πονούντων δηλαδή, καὶ ἐρεθίζει κατὰ τοῦ Διομήδους. Φησὶ γὰρ ὁ ποιητής· «εὗρε μάχης ἐπ' ἀριστερὰ θοῦρον Ἄρηα», ὅστις ἐκεῖθεν διεγερθεὶς οἷον καὶ διαναστὰς εἰς ἄμυναν ἐπελεύσεται τῷ Διομήδει, ὅτε καὶ γενήσεται μείζων ἡ τοῦ Διομήδους ἀριστεία, μυθικῶς μὲν Ἄρεος τρωθέντος τοῦ βροτολοιγοῦ, τῇ δὲ ἀληθείᾳ, γενναίων ἀνδρῶν ἀρειμανίων ἐπελθόντων μὲν τῷ Διομήδει πλειόνων τῷ πλήθει ἤπερ ἐπὶ τοῦ Αἰνείου καὶ Ἀφροδίτης, ἡττηθέντων δέ. Ἐρεῖ γὰρ ὅτι Τρώων στίχας οὖλος Ἄρης ὤτρυνε μετελθών, οἳ δηλαδὴ καὶ συνέμιξαν τῷ Διομήδει. καὶ γὰρ ζηλοῦσιν, ἐὰν ὁ Διομήδης εἷς ὢν τοσαῦτα κακὰ ποιῇ οὐ