Ancient Greek · ~8 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.90
Not analysed yet
μόνον εἰς τοὺς καθ' ἕνα, ἀλλὰ καὶ εἰς πλῆθος. διὸ καὶ ἐπέρχονται χιλιάδες πολλαί, ὡς ἐν τοῖς ἑξῆς φανήσεται, καὶ ἡττῶνται καὶ αὐτοί. καὶ οὕτω δοκεῖ τρωθῆναι Ἄρης ὁ ὄρσας αὐτούς. (v. 356) Ὅτι ἐν τῷ «ἠέρι δ' ἔγχος ἐκέκλιτο», τὸ τοῦ Ἄρεος δηλαδή, καὶ ταχέ' ἵππω, λέξεως ὁμωνυμία βοηθεῖ τῇ ὀρθῇ ἐννοίᾳ. τὸ μὲν γὰρ ἔγχος ἐκέκλιτο ἤτοι ἔκειτο, οἱ δὲ ἵπποι ἐκέκλιντο, ἤγουν ἵσταντο. ἄμφω γὰρ δηλοῖ τὸ κεῖσθαι, τό τε ἰδίως λεγόμενον κεῖσθαι καὶ τὸ ἵστασθαι. Καὶ ἄλλως δὲ ἔγχος μὲν ἐκέκλιτο, ἵπποι δὲ οὐχὶ ἐκέκλιντο, ἀλλὰ κατὰ τὸ εὔλογον ἵσταντο, ὡς τὸ «σῖτον ἔδοντες καὶ οἶνον», πίνοντες δηλαδή. οὕτω δὲ καὶ ἄλλα πολλά. Εἰ δὲ καὶ περιοχὴν τὸ κεκλίσθαι δηλοῖ, ὡς τὸ «λίμνῃ κεκλιμένος Κηφισσίδι», εὐμαρέστατον οὕτω τὸ ὑποδύσκολον. ἠέρι γὰρ περιείχετο καὶ τὸ ἔγχος τοῦ Ἄρεος καὶ ἡ ξυνωρὶς διὰ τὸ ἀόρατον. (v. 357) Ὅτι τὸ «γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο» ταὐτὸν μέν ἐστι τῷ γουνασαμένη τὸν ἀδελφόν. πλὴν οὐχ' ἁπλῶς, ἀλλὰ μετὰ πάθους, ὡς καὶ ἑαυτὴν προσρῖψαι τοῖς ἐκείνου γόνασιν. οὕτω δὲ καὶ ἑξῆς ἐν τοῖς γούνασι πίπτει τῆς μητρὸς Διώνης ἡ αὐτή, ἀγεννῶς καὶ θηλυπρεπῶς ἱκετεύουσα. τοιαύτη δέ τις φανεῖται καὶ ὅτε πρὸς τὸν Δία ἐν τῇ τῶν θεῶν μάχῃ κλαυθμυρίζεται. οὐκ ἄδηλον δὲ ὡς καὶ ἐν πολέμῳ καταρριφέντες τινὲς γνὺξ ἐριπεῖν λέγονται. Ὅτι ἄμπυξ ἐκαλεῖτο σειρὰ κατάχρυσος τὰς περὶ τὸ μέτωπον τῶν ἵππων τρίχας συνδέουσα, ἐξ ἧς καὶ οἱ τοῦ Ἄρεος νῦν ἵπποι ἐν δυσὶ τόποις χρυσάμπυκες λέγονται. λεχθήσεται δὲ καὶ ἐν τῇ Χ ῥαψῳδίᾳ περὶ ἄμπυκος σαφέστερον. (v. 359) Ὅτι τὸ «φίλε» ἐκτείνει καὶ ἐνταῦθα τὸ τῆς ἀρχούσης δίχρονον, ὡς καὶ ἐν τῇ Γ ῥαψῳδίᾳ. Φησὶ γὰρ «φίλε κασίγνητε, κόμισαί τέ με, δὸς δέ μοι ἵππους». Διὸ καὶ ὁ Ἀσκαλωνίτης, φασί, περιέσπα τὸ φι. Καὶ ὅρα τὴν ἀδιαφορίαν καὶ νῦν τῶν διχρόνων, εἴγε καὶ τὸ φίλος ποτὲ μὲν ἐκτείνει, ποτὲ δὲ συστέλλει τὴν ἄρχουσαν. Σημειοῦνται δὲ καὶ