Ancient Greek · ~7 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.91
Not analysed yet
ὅτι ἐν μὲν τῷ «αἰδεῖσθαί θ' ἱερῆα», καὶ ἐν τῷ «προσέειφ' ἱερὴ ἲς Τηλεμάχοιο» συστέλλεται τὸ ι τοῦ ἱερόν, ἐν δὲ τῷ «ἱερὸν ἰχθύν» ἐκτείνεται, ὡς μέν τινές φασι, καθὰ λέγει καὶ Τρύφων ἐν τοῖς Περὶ ἀρχαίας ἀναγνώσεως, διὰ τὸ τὸν ποιητὴν ἐκτείνειν πολλὰ ἕνεκεν τοῦ μέτρου, ὡς δὲ οἱ ἀκριβέστεροι λέγουσι διὰ τὸ φευκτέον εἶναι ἐν δακτυλικῷ μέτρῳ τὸ παράλληλον τῶν τριῶν βραχειῶν. Τούτῳ τῷ λόγῳ καὶ τοῦ ἀκάματος καὶ ἀθάνατος, ὡς προερρέθη, ἐκτείνεται τὸ κατ' ἀρχὰς δίχρονον, καὶ τοῦ «ἄορι θεινομένων», καὶ «ἶσος Ἐνυαλίῳ», καὶ «ἱέμενος καπνὸν ἀποθρῴσκοντα νοῆσαι», καὶ «ἀποπέσῃσιν» ἐν τῷ τῆς Ὀδυσσείας ω, καὶ ἄλλα πολλά. Ἰστέον δὲ ὡς τῶν τινες παλαιῶν ἀπηλεγέως ἀποφηνάμενοι καθ' Ὁμήρου, ὡς οἷα διαγνόντες καὶ ἄλογον εἶναί ποτε παρ' αὐτῷ συστολήν τε καὶ ἔκτασιν διὰ μέτρον, καθυπάγουσι τῇ τοιαύτῃ ἀποφάσει καὶ τὸ «φίλε κασίγνητε», ἄλλως χρονισθὲν παρὰ τὸ «ἀνέρες ἐστέ, φίλοι», ὥσπερ καὶ τὸ ἀνήρ ἐν μὲν τῷ «ἀνέρες ἐστέ» μακρὰν ἔχει τὴν ἄρχουσαν. ἐν δὲ τῷ «ὃς δέ κ' ἀνὴρ μενέχαρμος» βραχύνει αὐτήν. Οὕτω δὲ καὶ ὁ δαήρ διφορεῖται, οἷα ἐν μὲν τῷ «δαὴρ αὖτ' ἐμός», καὶ «αὐτοκασίγνητον καὶ δαέρα» μηκύνων τὸ ἄρχον δίχρονον, συστέλλων δὲ ἐν τῷ «Ἕκτορ, ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε». Καὶ τὸ ὕδωρ δὲ ὁμοίαν παρὰ τῷ ποιητῇ πάσχει διφόρησιν καὶ ἡ λήγουσα τοῦ ἀντικρύ. Τὸ δὲ κόμισαι, ἀντὶ τοῦ ἐπιμελήθητι, ἐκ τοῦ κομίζω, ἐξ οὗ καὶ κομιδή, ἡ ἐπιμέλεια, [ἧς ἡ δοτικὴ ποιεῖ ἐπιρρηματικῶς τὸ κομιδῇ, ὅπερ ἐστὶ λίαν καὶ ὡς εἰπεῖν ἐν ἐπιμελείᾳ.] (v. 360) Ὅτι σεμνολογῶν τις ἀρχεῖον λαμπρὸν εἴποι ἂν τὸ «ὄφρ' ἐς Ὄλυμπον ἵκωμαι, ἵν' ἀθανάτων ἕδος ἐστίν». ὑποκαταβὰς δὲ