Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.92
Not analysed yet
Ὅμηρος πάλιν περὶ Ὀλύμπου φησὶ «θεῶν ἕδος, αἰπὺν Ὄλυμπον», ὃ παραφράζων Σοφοκλῆς αἰπὺν οὐρανόν φησι. (v. 361 s.) Ὅτι γενναίαν πληγὴν ἔκ τινος ἀλαζόνος δηλοῖ τὸ «λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνήρ, ὃς δή γε καὶ ἂν θεῷ πατρὶ μάχοιτο». βαρυνομένη δὲ Ἀφροδίτη κατὰ Διομήδους τοῦτό φησιν. (v. 364) Ἐν τούτοις δὲ κεῖται καὶ ἀντὶ τοῦ ἀκαχημένη ἀκηχεμένη μεταθετικῶς, διὰ χρείαν μέτρου. Φησὶ γὰρ «ἀκηχεμένη φίλον ἦτορ». Τὸ δὲ «θεῷ πατρί» παρῴδηται ἡμῖν. Ὅμηρος γὰρ Διῒ πατρὶ ἔφη. [(v. 361) Εἰ δὲ τὸ «λίην ἄχθομαι ἕλκος» καὶ ἑξῆς, εἰς γαμικόν τινι εὐφυῶς ἐχρησίμευσε κέντρωνα, οἶδεν ὁ περιτυχών.] (v. 365) Ὅτι καὶ ὁ παραιβάτης ἐνίοτε ἡνίοχος εὑρίσκεται λεγόμενος, ὡς ὅτε τὸν Ἕκτορα θρασὺν ἡνίοχον ὁ ποιητὴς ἐρεῖ. εὕρηται δέ που καὶ ὁ ἡνίοχος παραιβάτης. Καὶ νῦν οὖν τοιοῦτόν τι ἐμφαίνει ὁ ποιητὴς ἐν τῷ «πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία ἔλαβε χερσίν». ἡ γὰρ αὐτὴ καὶ παραιβάτις διὰ τὸ παραβαίνειν καὶ ἡνίοχος διὰ τὸ ἡνία λαβεῖν. Καὶ ὅλως ἐπαλλάσσειν αἱ λέξεις αὗται ἀλλήλαις φαίνονται. εἰ δὲ καὶ ἡ νυμφικὴ πάροχος εὖ λέγεται παραιβάτις, φανεῖται ῥηθὲν ἀλλαχοῦ. (v. 366) Ὅτι πολλοῦ τάχους καὶ προθυμίας ἵππων δηλωτικὸν τὸ «μάστιξε δ' ἐλάαν», ἵππους δηλαδή, «τὼ δ' οὐκ ἄκοντε πετέσθην». Καὶ ὅρα τὴν ἀδιαφορίαν τῶν πτώσεων. δυνάμενος γὰρ εἰπεῖν δυϊκῶς [καὶ ἀνωτέρω τὸ «δῶκε χρυσάμπυκας ἵππους», ὁμοίως καὶ κατωτέρω] τὸ «ἔνθ' ἵππους ἔστησεν», ὁ δὲ πληθυντικῶς εἶπεν, ὡς ἀδιάφορον ὂν οὕτως ἢ ἐκείνως εἰπεῖν. Οὕτω καὶ πρὸ τούτου ἔφη «μὴ τὼ μὲν δείσαντε ματήσετον, τεὸν φθόγγον ποθέοντες», καὶ «ὣς ἄρα φωνήσαντες, ἐμμεμαῶτ' ἐπὶ Τυδείδῃ ἔχον», καὶ «ἄνδρε ὁρόω κρατερώ, ἶν' ἀπέλεθρον ἔχοντας». Καὶ ὅλως παρὰ τῷ ποιητῇ ἀδιαφόρως τὰ δυϊκά τε πληθυντικῶς ἐκφωνεῖται καὶ τὰ πληθυντικὰ δυϊκῶς, καὶ ἀλλήλοις συμπλέκονται [κατά τινα σύγχυσιν. ἣν παρασημειοῦνται εἰς πλάτος οἱ παλαιοί.] Τοῦ δὲ μάστιξε περίφρασις ἀλλαχοῦ τὸ «νόῳ δ'