Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.93
Not analysed yet
ἐπέβαλλεν ἱμάσθλην». τὸ δὲ τραγικὸν περιφραστικώτερον ἐν τῷ «κέντρα πώλοις μεταφέρων ἰθύνει». Ἰστέον δὲ ὡς οἱ πέτεσθαι λεγόμενοι ἵπποι καὶ ἀελλόποδες ἂν εἰκότως ῥηθεῖεν καὶ ποδήνεμοι καὶ ὁπλαῖς ἁρπυίαις ἶσοι κατὰ Λυκόφρονα. Τὸ δὲ τοιοῦτον πέτεσθαι [οὐ μόνον ἐτυμολογίαν παραλαλεῖ, ἐκ τοῦ ἵπτασθαι γὰρ ποσὶν ὁ ἵππος συντέθειται, ἀλλὰ καὶ] ἀφορμὴ τῷ μύθῳ γέγονε τῆς τοῦ δῆθεν πτερωτοῦ Πηγάσου πλάσεως διὰ τό, ὡς εἰκός, ἀπαράμιλλον τάχος ἐκείνου. [Ἰστέον δὲ ὅτι τὸ «οὐκ ἄκοντε» ἀρετὴν ἵππων δηλοῖ. εἰ γὰρ κατὰ τὸν Λυρικὸν ἀγαθὸς ἵππος ὁ δέμας ἀκέντητον παρέχων, ἄρα ὁ μαστιζόμενος καὶ οὕτω θέων οὐκ εὖ ἔχει. καὶ ὅμως ὁ τοιοῦτος, εἴπερ οὐκ ἀέκων θέει, ἀγαθός ἐστιν.] (v. 369) Ὅτι τοῖς ἵπποις τοῦ Ἄρεος ἀμβρόσιον εἶδαρ ὁ μῦθος ὡς θείοις τισὶ παραβάλλει. Καὶ ὅρα τὸ παραβάλλει ἀντὶ τοῦ παρατίθησιν, ἐξ οὗ καλῶς παρὰ τοῖς πολλοῖς λέγεται τὸ παράβλημα. Εἰ δὲ οὐκ αὐτόχρημα ἀμβροσίαν ἁπλῶς δηλοῖ τὸ ἀμβρόσιον εἶδαρ—οὔτε γὰρ ὁ ἀμβρόσιος χιτών ἐᾷ νοεῖν οὕτω, καὶ οὐδὲ ἵπποις πρέπον ἡ ἀμβροσία—, ὅμως ἐπεὶ ἐν τοῖς ἑξῆς τοῖς ἵπποις τῆς Ἥρας ὁ Σιμόεις ἀμβροσίαν ἀνέτειλε νέμεσθαι, νοητέον ἀμβροσίαν καὶ ἐνταῦθα τὸ ἀμβρόσιον εἶδαρ περιφραστικῶς. Ὅτι δὲ καὶ ἄνθους παραμέμικταί τι τῇ τῆς ἀμβροσίας σκευῇ, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται. (v. 370) Ὅτι ὡς πατρωνυμικὸν ἡ Διώνη ἡ τῆς Ἀφροδίτης μήτηρ. ὡς γὰρ Ἀκρίσιος Ἀκρισιώνη, οὕτω πως Διός Διώνη. εἰ δὲ Διώνης ἡ Ἀφροδίτη, οὐκ οἶδεν ἄρα Ὅμηρος τὴν καθ' Ἡσίοδον ἐκ μηδέων γέννησιν αὐτῆς, καθ' ἣν