Ancient Greek · ~6 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.94
Not analysed yet
ἐκεῖνος φιλομειδῆ οἶδεν αὐτήν. (v. 371) Ὅτι τὸ «ἀγκὰς ἐλάζετο», ἤτοι ἔλαβε, «θυγατέρα ἥν», εἰ μὲν ἐπίρρημά ἐστι, συστέλλει τὸ α, ὡς τὸ ἑκάς, ἀνδρακάς. Εἰ δέ ἐστι αἰτιατικὴ πληθυντική, ἧς εὐθεῖα αἱ ἀγκαί, καὶ δηλοῖ τὰς ἀγκάλας, Δωρικῶς συστέλλει τὸ α, ὡς καὶ πρὸ τούτου τινὲς ἐνόουν τὸ «ὑποσχὼν θήλεας ἵππους», γράφοντες «ὑποσχὼν θηλέας ἵππους», ἀντὶ τοῦ θηλείας, παροξυτόνως καὶ οὐ προπαροξυτόνως θήλεας. Τὰς δὲ τοιαύτας Δωρικὰς αἰτιατικὰς παρὰ Ἡσιόδῳ πολλὰς εἶναί φασιν, εἰ καὶ μὴ παρ' Ὁμήρῳ. Ἰστέον δὲ καὶ ὅτι, ὡς καὶ ἐν τοῖς Θεοκρίτου φαίνεται, αἱ μὲν εἰς αι λήγουσαι εὐθεῖαι τῶν πληθυντικῶν συστέλλουσι τὸ α τῶν αἰτιατικῶν παρὰ τοῖς Δωριεῦσιν, αἱ δὲ εἰς ες ἐκτείνουσιν ἀπ' ἐναντίας τῇ κοινῇ διαλέκτῳ. Τοῦ δὲ «ἀγκὰς ἐλάζετο» τραχυφωνότερον τὸ «ἀγκὰς ἔμαρπτε», κείμενόν που ἐν τοῖς ἑξῆς. (v. 372 s.) Ὅτι καταρρέζειν καὶ νῦν τὸ τῇ χειρὶ καταψᾶν κολακευτικῶς. Φησὶν οὖν ὁ ποιητὴς «χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· τίς νύ σε τοιάδ' ἔρεξε;» Καὶ ὅρα τὰ συχνὰ πάρισα, τὸ κατέρεξε καὶ τὸ ἔκ τ' ὀνόμαζε καὶ τὸ ἔρεξε, δι' ὧν ὁ λόγος καλλωπίζεται, καὶ ὅτι ἐξ ἑνὸς ῥήματος διάφοροι ἔννοιαι τὸ «χειρὶ κατέρεξε», καὶ «τοιάδ' ἔρεξε». περὶ δὲ τοῦ κατέρεξε καὶ ἐξονόμαζεν ἐν τῇ Α ῥαψῳδίᾳ εἴρηται. (v. 374) Ὅτι ἐν τῷ «ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ» ἐνωπὴν λέγει τὴν ὄψιν καὶ τὴν ἐν φανερῷ θέαν, ὅθεν καὶ τὸ ἐνώπιος. ἀνάλογος δὲ ἡ ἐνωπὴ