Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.13.1
Not analysed yet
δες, σὺν τῷ ι γραπτέον. συνῄρηται γάρ φασιν ὡς τὸ Βρισηΐδος Βρισῇδος. Καμηΐδος Καμῇδος καὶ τὰ ὅμοια. Ἐκ δὲ τῆς ἑκατόμβης, καὶ μὴν Ἀττικὸς Ἑκατομβαιὼν, διὰ τὰς ὡς εἰκὸς τότε ἐπιφανεῖς ἑκατόμβας. Ἰστέον δὲ ὅτι πρὸς ὁμοίωσιν ἑκατόμβης τοιαύτης, ἱστόρηταί τις βασιλεὺς Παφλαγὼν πολυφαγῶν, ὃς ἑκατόν φασι πάντα παρετίθετο ἐπὶ τὴν τράπεζαν ἀπὸ βοῶν ἀρξάμενος. καί πως ἑκατόμβην τινὰ οὕτως ἑαυτῷ ἐσχεδίαζεν. εἰ δὲ σκῶμμα τοῖς πολλὰ πίνουσι προσφυὲς τὸ, οἳ πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔθοντες ἤγουν ἐσθίοντες οὗ χρῆσις καὶ ἐν Ἰλιάδι, ἀλλ' ἐκεῖνος ὁ Παφλαγὼν, αὐτὸ μὲν ἐξέφευγε. τὸ δὲ παμφάγος εἶναι, οὐκ ἂν ἔχοι διεκφυγεῖν. Σημείωσαι δὲ ὅτι καθὰ καὶ ἀλλαχοῦ δεδήλωται, καταμόνας ἐκ τῆς ἀντι προθέσεως γίνεται οὐ μόνον τὸ ἀντιόων, ἀλλὰ καὶ τὸ ἀντιάαν, καὶ ὁ ἀντίος. ἐκ δὲ τούτων, καὶ ἐναντίος. καὶ ἐναντιῶ. λόγῳ δὲ ὁμοίῳ, καὶ ἐκ τῆς περι προθέσεως, ὁ Πέριμος κύριον. καὶ ἐκ τῆς ἀμφι, ὁ Ἄμφιος. καὶ ῥῆμα τὸ ἀμφιέζω. καὶ ἐκ τῆς ὑπο, Ὕπιος ποταμὸς Παφλαγόνος. εἰ δὲ ἐκ τῆς ἀνα προθέσεως ὁ Ἄνιος, ἀλλ' αὐτὸ ὑπονοεῖται, ἄλλως γὰρ ἐκ τῆς ἀνίας αὐτὸς παρωνομάσθαι δοκεῖ. οἱ δὲ τὸν Δία ὅπερ ἐστὶν, ἀέρα, ἐθέλοντες ἐτυμολογεῖν παρὰ τὸ δι' αὐτοῦ τὰ κατὰ γῆν διοικεῖσθαι εἰς ὃ δοκεῖ συντελεῖν αὐτοῖς καὶ τὸ, ἐκ Διὸς ἀρχώμεσθα καὶ ἑξῆς τοιοῦτόν τι καὶ αὐτοὶ ἐπὶ τοῦ Διὸς βούλονται νοεῖν, ὡς τῆς δια προθέσεως ὀνομαζούσης αὐτόν. (Vers. 27. et sqq.) Ὅτι τὸ ἀθρόοι καὶ ἀθρόα καὶ ἀθρόον, πρὸς διάφορον σημασίαν διαφόρως οἱ Ἀττικοὶ ἐπνευμάτιζον. ἐπὶ μὲν τοῦ αἰφνιδίου, ψιλοῦντες αὐτὸ διὰ τὴν τοῦ α στέρησιν. οἱονεὶ τὸ δίχα θροῦ, τουτέστι θορύβου. ἐπὶ δὲ τοῦ ὁμοῦ, δασύνοντες διὰ τὴν ἄθροισιν. ἀθρόον γὰρ, τὸ ἅμα θρῷ ἤτοι θορύβῳ. ἢ τὸ ἅμα θορὸν ἤγουν πηδῆσαν. τὸ δὲ ἀθροιστικὸν α, δασύνεται. τὸ γοῦν ἁθρόοι ἦσαν, καὶ ἁθρόα πάντ' ἀπέτισεν, ἐδασύνετο Ἀττικῶς τούτῳ τῷ λόγῳ διὰ τὴν ἀθροιστικὴν σημασίαν. οἱ δὲ νῦν ὅπως ἂν ἔχοι, ψιλοῦσιν αὐτὰ διὰ τὸ πρὸ δασέος κεῖσθαι τὸ α. οἱ δ' αὐτοὶ Ἀττικοὶ, καὶ τὸ αὔω ἐπὶ μὲν τοῦ φαίνω, ἐψίλουν ἐξ οὗ καὶ ἡὼς ἡ ἡμέρα. ἐπὶ δὲ τοῦ ξηραίνω, ἐδάσυνον. ἐξ οὗ καὶ τὸ ἀπαφαυάνθην παρὰ τῷ κωμικῷ, ἤτοι ἀπεξηράνθην. καὶ τὸ εἴργω δὲ, ἐπὶ μὲν τοῦ κωλύω, ἐψίλουν. καὶ δῆλον ἐκ τοῦ ἀπεῖρξεν. ἐπὶ δὲ τοῦ ἐγκλείω, ἐδάσυνον. ὡς δηλοῖ τὸ καθεῖρξεν. ὅθεν καὶ δασύνεται καὶ ἡ εἱρκτή. ἐν δὲ ῥητορικοῖς λεξικοῖς φέρεται καὶ ταῦτα. ἐκ τοῦ ἁθρόος, γίνεται ἅθρους. οἷον. ἅθρους ἐπελθὼν ὁ στρατηγὸς, ἤγουν σὺν ὅλῳ τῷ στρατεύματι. καὶ Ἀριστοφάνης. ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους. τοῦτο δὲ, ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν ἀτόπως, ἐπεί φησιν ἡ διαίρεσίς ἐστιν ἁθρόος. ἡ δὲ χρῆσις, παροξύνει. καὶ ζήτει πῶς ἀτόπως. δασύνεται δέ φησιν Ἀττικῶς τὸ ἅθρους καθὰ καὶ τὸ ἁθρεῖν ὅ ἐστι περισκοπεῖν καὶ μετ' ἐπιτάσεως ὁρᾶν. παρὰ δὲ τοῖς παλαιοῖς καὶ τὸ ἄθυρμά φασι διασύνεται. ὡς καὶ ἕνος ὁ ἐνιαυτός. ὅθεν ἄφενος, ὁ ἀπὸ ἐνιαυσίων γεννημάτων πλοῦτος καὶ τὸ ἕννη δὲ καὶ νέα, δασεῖαν τότε εἶχε. καὶ ἡ ἁμίς. καὶ ἡ ἅμαξα. ὅθεν καὶ τὸ καθημαξευμένως ὥς φησιν Αἴλιος Διονύσιος. καὶ θαμάξιον τὸ ἁμάξιον. χαίρουσι γάρ φησι τῇ δασείᾳ οἱ Ἀττικοί. Ὅτι δὲ τὸ Ὁμηρικῶς εἰπεῖν ἀθρόοι πρὸς δήλωσιν διαφόρου σημασίας παροξύνεται, δηλοῖ ὁ παραδοὺς ὡς ἄθροος μὲν ὁ ἀθόρυβος, προπαροξύνεται. ἁθρόος δὲ ὁ συνηθροισμένος, παροξύνεται. Ὅτι πολιτικώτερον ὡς ἐν Ἰλιάδι οὕτω κἀνταῦθα μεταχειριζόμενος Ὅμηρος τὰ δαιμόνια, βουλὰς θεῶν καθίζει ἀνθρωπικώτερον. καὶ πρῶτον τέως ἐνταῦθα ἐν οἷς ὁ Ζεὺς προκάθηται καὶ προλογίζει φιλοσοφῶν ὡς αὐτίκα εἰρήσεται. παιδευτικὰ δὲ καὶ ταῦτα τῶν τοῦ ποιητοῦ, ὡς δέον ὂν μηδὲν ἀπροβουλεύτως καὶ ἀπρονοήτως γίνεσθαι. Ἀστείως δ' ἐνταῦθα τὸ, ἔνθ' ὅγε τέρπετο δαιτὶ παρήμενος, οἱ δὲ δὴ ἄλλοι τοῦ δεῖνος ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν, ῥηθήσεταί ποτε ὅτε πολλῶν τινῶν ἐς μεγάλου τινὸς ἰόντων, εἷς τις γίνεται τοῦ τρυφᾶν. Μέγαρον δὲ ὡς ἐν ῥητορικῷ φέρεται λεξικῷ, οὐ μόνως τὸ κοινῶς, ἀλλὰ καὶ ἰδικῶς μέγαρα, κατάγεια οἰκήματά φησι ταῖν θεαῖν ἤγουν Δήμητρος καὶ Περσεφόνης. Αἴλιος δὲ Διονύσιος φησὶ καὶ ὅτι μάγαρον οὐχὶ μέγαρον, εἰς ὃ τὰ μυστικὰ ἱερὰ κατατίθενται. Ὅτι οὐδ' ἐν τῇ Ὀδυσσείᾳ ὁ ποιητὴς ὥσπερ οὐδ' ἐν τῇ Ἰλιάδι, ἐθέλει μωμοσκόπος εἶναι καὶ σιλλὸς ὅτε μὴ πᾶσα ἀνάγκη. ἀμύμονα γοῦν ὀνομάζει νῦν τὸν ἀτάσθαλον Αἴγισθον ὁ Ὁμηρικὸς Ζεύς, οὐκ ἐκ τῶν ἐκείνου κακῶν λαβὼν τὸ ἐπίθετον, ἀλλ' ἀφ' ὧν ὡς εἰκὸς εἶχε καλῶν. εἶχε δὲ, τὸ εὐγενές. τὸ εὐειδές. τὸ συνετὸν. καὶ εἴ τι που ἄλλο. ἄλλως δὲ, οὐδὲ ἐχρῆν τῷ μεγάλῳ Διῒ φλύαρον ἦθος προσαναπλάσασθαι τὸν ποιητήν. Περὶ δὲ Διὸς οὗ δήλωσις καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ῥητέον κἀνταῦθα ὅτι