Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.14.1
Not analysed yet
πολλαχῶς λαμβάνεται. μυθικός τε γὰρ, καὶ πρὸς ἱστορίαν, ἔτι δὲ καὶ ἀλληγορίαν. οὐ μόνον εἰς εἱμαρμένην ἐκλαμβανόμενος, ἀλλὰ καὶ εἰς νοῦν τόν τε κατ' ἄνθρωπον καὶ τὸν τοῦ κόσμου. καὶ εἰς οὐρανόν. καὶ αἰθέρα. καὶ ἁπλῶς ἀέρα. καὶ εἰς ἥλιον. Καὶ ὅτι τῶν εἰς ευς ὀνομάτων ὑπὲρ μίαν συλλαβὴν ὄντων, μονήρης μένει ὁ Ζεὺς ὡς μονοσύλλαβος. καὶ ὅτι πολλαῖς εὐθείαις παρὰ τοῖς παλαιοῖς ποικίλλεται. Δὶς γὰρ, οὗ γενικὴ Διὸς. καὶ Ζὴν, καὶ Ζὰν, καὶ Ζὰς, καὶ Ζὴς παρὰ Φερεκύδῃ καὶ Βοιωτικῶς, Ζεὺς καὶ Δάν. καὶ ὅτι τοῦ Ζεὺς, ἔστι καὶ αἰτιατικὴ παρὰ Πολυκράτει τῷ σοφιστῇ μονοσύλλαβος, τὸν Ζεῦν, περισπωμένη κατὰ τὸ λὶς λῖν, καὶ τὰ λοιπὰ τοιαῦτα μονοσύλλαβα. ἐν οἷς καὶ τὸ, τὴν θεῦν Ἄρτεμιν. κράθεν αὐτὸ ἀπὸ τοῦ, τὴν θεόν. (Vers. 32.) Ὅτι τὸ ὢ πόποι, φανερῶς ἐνταῦθα οὐκ ἐπὶ θρήνου κεῖται, ἐν τῷ, ὢ πόποι οἷον δὴ θεοὺς βροτοὶ αἰτιόωνται, ἀλλὰ σχετλιασμὸν δηλοῖ καὶ ἀγανάκτησιν. εἴρηται δὲ περὶ αὐτοῦ ἐν τῇ α τῆς Ἰλιάδος πλατύτερον. εἰς δὲ τὸ βροτὸς, γράφουσιν οἱ παλαιοὶ ὅτι ὁ οἷον μορτὸς, ἤγουν μεμορμένος καὶ τῇ εἱμαρμένῃ ὑποπεπτωκώς. ὁ δὲ μῦθος, παρὰ τὸν Βρότον παράγει τὴν λέξιν, ὅπερ ἐστὶ μολυσμὸς αἵματος, ἤτοι λύθρον τὸ ἐκ τῶν μυθευομένων γιγάντων. ἄλλως δὲ κοινότερον, παρὰ τὸ ῥέω γίνεται ῥοτὸς ὁ ῥοῇ ὑποκείμενος, καὶ πλεονασμῷ τοῦ β Αἰολικῶς, βροτός. ὁμοίως τῷ, ῥᾴδιον βράδιον. ῥάκος βράκος. ῥόδον βρόδον. ῥίζα βρίζα. ἴσως δὲ, καὶ ῥῶ βρῶ. ἐξ οὗ βρῶσις ἡ οἶον ῥῶσις τῷ ζῶντι. οὕτω δὲ καὶ ῥυτὴρ βρυτὴρ ὁ χαλινός. ὁ δ' αὐτὸς, καὶ τροχίσκον δηλοῖ τὸν καὶ ῥόμβον καλούμενον. ὃν τύπτοντες ἱμᾶσι καὶ στρέφοντες, ἐποίουν δινεῖσθαι καὶ ψόφον ἀποτελεῖν. Εὔπολις δέ φασι, ῥύμβον αὐτὸν εἶπε διὰ τοῦ υ ψιλοῦ. ὁ δὲ διὰ τοῦ ο μικροῦ ῥόμβος, παρεσημειώθη ἐν τοῖς τοῦ περιηγητοῦ. δοκῶν αὐτὸς καί τι ἐργαλεῖον εἶναι τοῦ ὑφαίνειν, ὡς δῆλον ἐκ τοῦ, ἱμάτια πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαινόμενα. ζήτει δὲ περὶ αὐτοῦ καὶ ἐν τοῖς κατὰ τὸν Θεόκριτον. (Vers. 34.) Ὅτι φιλόσοφον διὰ τοῦ Διὸς ὁ ποιητὴς ἀνακινήσας θεώρημα εἰ ἄρα ἐξ εἱμαρμένης αἱ κακώσεις τοῖς ἀνθρώποις, ἢ ὑπὲρ μόρον ἤγουν ὑπὲρ τὴν μοῖραν ἐξ οἰκείας εἰσὶν ἀτασθαλίας, λύει αὐτὸ κατά τινα λόγον ἀντιπαραστάσεως διὰ τοῦ και συνδέσμου. λέγων ὡς οὐ καθόλου καὶ ἀδιορίστως τὸ μοιρίδιον αἰτιατέον τῶν κακῶν, ἀλλὰ ῥητέον ὅτι τὰ μὲν τῶν ἐν ἀνθρώποις κακῶν διόθεν εἰσὶν ἤτοι ἐκ τοῦ πεπρωμένου. Ζεὺς γὰρ, καὶ τὸ πεπρωμένον ὡς πολλαχοῦ φαίνεται. οἱ δὲ, καὶ αὐτοὶ βλάπτουσιν ἑαυτοὺς σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε' ἔχοντες. οἷον. Ἱππόλυτος μὲν οὐ δικαίως ὑπὸ Κύπριδος κακὰ παθών. καὶ Ἡρακλῆς χόλῳ τῆς Ἥρας ἐλαυνόμενος. καὶ Βελεροφόντης κατὰ τὸ γῆρας μελαγχολῶν. καὶ Εὐχήνωρ ἐν Τροίᾳ θνήσκων διὰ τὸ καὶ οἴκαδε ἀνάγκην εἶναι νόσῳ παραπολέσθαι. καὶ Ὀδυσσεὺς ἐν τῇ πλάνῃ μυρία πάσχων κακά. καὶ εἴ τινες ἄλλοι τοιοῦτοι, οὐκ ἐξ οἰκείας ἀτασθαλίας πάσχουσι τὰ κακά. ἐὰν δὲ Αἴγισθος Ἑρμοῦ εἰπόντος μήτε τὸν Ἀγαμέμνονα κτείνειν μήτε μνάασθαι ἄκοιτιν, ἀπειθῇ, γήμας ἄλοχον τῷ βασιλεῖ μνηστὴν καὶ ἀναιρῆται. καὶ οἱ Ὀδυσσέως ἑταῖροι τῶν ἀπειρημένων ἁψάμενοι τοῦ Ἡλίου βοῶν, ἀπόλωνται. καὶ Ἀχιλλεὺς δυνάμενος ἐν Φθίᾳ διάγειν καὶ ἐπὶ μακρὸν ζῆν, εἶτα ἐλθὼν ἐς Τροίαν τελευτᾷ. καὶ Ἀλέξανδρος τὸ μὲν Οἰνώνης λέχος περιφρονήσας τὴν δὲ Ἑλένην ἁρπάσας, πάθοι κακῶς. καὶ Ἐλπήνωρ οἴνῳ βαρούμενος, πέσῃ καὶ ἐκτραχηλισθῇ, ἐξ οἰκείας ἀτασθαλίας οὗτοι πάσχουσιν. Ἰστέον δὲ ὅτι εὐλόγως τὸ σφῇσιν ἀντὶ τοῦ ἰδίαις, τῷ η παραλήγεται, διὰ τὸ σφαῖς εἶναι τὸ προϋποκείμενον, ὁμοίως τῷ αἷς ᾗσι ταῖς ἰδίαις. τὸ μέν τοι σφίσιν ἀντὶ τοῦ αὐταῖς, οὐ καλῶς παρὰ τοῖς μεθ' Ὅμηρον διὰ τοῦ η ἔχει τὴν παραλήγουσαν. Τὸ δὲ ὑπὲρ μόρον, συνθέτως ἐν ἑνὶ μέρει λόγου οἱ ἀκριβέστεροί φασι τῶν παλαιῶν, προπαροξύνοντες διὰ τὴν σύνθεσιν. Ἰστέον δ' ἐνταῦθα καὶ ὅτι τῆς ὑπερ προθέσεως δηλούσης ἔστιν ὅτε περιττότητα; καὶ τοῦ μόρου λαμβανομένου ποτὲ ἀντὶ τοῦ καθήκοντος, νοεῖται δι' αὐτὰ τὸ, ὑπέρμορον ἄλγεα πάσχειν, καὶ ἀντὶ τοῦ ὑπὲρ τὸ καθῆκον. οὕτω δέ φασι καὶ ὑπερηνορέων, ὁ παρὰ τὸ καθῆκον ἀνδριζόμενος. τῆς ὑπερ, ἰσοδυναμούσης τῇ παρα ἐν τοῖς τοιούτοις. ὡς καὶ ἐν τῷ, ὑπερβασίαι ἀλεγειναί. καὶ ἐν τῷ ὑπέρμετρον. ἐν μέν τοι τῷ ὑπερβαλλόντως καὶ ἐν τῷ ὑπέρθυμος καὶ ἐν τῷ ὑπερήσει ἀντὶ τοῦ ὑπερακοντίσει καὶ τοῖς ὁμοίοις, οὐ ψεκτὴν ἀλλ' ἐπαινετὴν σημαίνει περιττότητα ἡ ὑπερ πρόθεσις. (Vers. 32. et sqq.) Ἐν τούτῳ δὲ τῷ χωρίῳ σημείωσαι τὸ τοῦ λόγου σεμνόν. ἀποφαντικῶς γὰρ ὁ Ζεὺς λαλεῖ καὶ γνωμικώτερον, καὶ μέμφεται τοὺς οὕτως εἰκῇ αἰτιωμένους τὸ θεῖον. εἰπών. ὢ πόποι, οἷον δὴ θεοὺς βροτοὶ αἰτιῶνται, ἐξ ἡμέων γάρ φασι κακὰ ἔμμεναι, καὶ τᾶ ἑξῆς. κεῖται δ' ἐνταῦθα καὶ πίστις τοῦ καθόλου ῥητορικῶς μερικὴ ἐκ παραδείγματος τὸ, ὡς καὶ