Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.15.1
Not analysed yet
νῦν Αἴγισθος ἐποίησε τό δέ τι. (Vers. 38.) Ὅτι ὁ πρὸς Διὸς μάλιστα δὲ θεόθεν πεμπόμενος Ἑρμῆς ἐΰσκοπος ἀργειφόντης ὁ τῷ Αἰγίσθῳ ὑποδεικνύων τὰ μέλλοντα, ὁ καθ' ἡμᾶς φυσικὸς λόγος ἐστίν. οὗ πολλάκις παραδεικνύντος τὸ ὑπορωρυγμένον ἡμεῖς τυφλώττοντες, ὅμως περιπίπτομεν καὶ ἀπολλύμεθα. Ὅτι δὲ ὁ Ἑρμῆς εἰς τὸν λόγον ἀλληγορεῖται, οὐδεὶς τῶν περὶ λόγους ἠγνόησεν. ἔστι δὲ τὸ περὶ τούτων Ὁμηρικὸν ῥητὸν, τοιοῦτον. ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς Ἑρμείαν πέμψαντες ἐΰσκοπον ἀργειφόντην, μήτ' αὐτὸν κτείνειν, μήτε μνάασθαι ἄκοιτιν. καὶ τὰ ἑξῆς. Ἰστέον δὲ ὅτι τὸ, προείπομεν πέμψαντες Ἑρμῆν, ὑποβάλλει, μὴ μόνον φυσικὸν λόγον ἀλλὰ καὶ προφορικὸν ὑπονοεῖν τὸν Ἑρμῆν. ἦν δὲ τοιοῦτος λόγος, ὁ τοῦ ἀοιδοῦ. ὃν Ὅμηρος ἐν τῇ γ ῥαψῳδίᾳ ἐρεῖ. ὃς φύλαξ ὢν τῇ Κλυταιμνήστρᾳ, κατεπῇδε τοῦ Αἰγίσθου ὡς εἰκὸς, ἃ λέγει ἐνταῦθα ὁ Ζεύς. (Vers. 39.) Ἄκοιτις δὲ ἣν καὶ ἄλοχον ἀνωτέρω ἔφη, οὐ μόνον ἡ ὁμόκοιτις, ἀλλὰ καὶ ἡ μὴ κοιτασθεῖσα σὺν ἑτέρῳ ἀλλ' ἐκ παρθενίας ληφθεῖσα. (Vers. 38.) Ὅρα δὲ καὶ ὅτι θαυμασίως ἐνταῦθα κεῖται τὸ ἐΰσκοπος καὶ τὸ ἀργειφόντης, περὶ οὗ ἐν Ἰλιάδι εἴρηται. οὐ γὰρ ὁ δόλιος Ἑρμῆς ἢ ὁ χθόνιος ἢ ὁ στρόφις ἢ ὁ ἐμπολαῖος ἤτις τοιοῦτος ἐπαίδευε τὸν Αἴγισθον, ἀλλ' ἐΰσκοπος, δι' οὗ προσκοπεῖσθαι εἶχε τὰ μέλλοντα, καὶ ὁ ἀργειφόντης, ὃς ἀργὸν φόνου ὑπετίθει εἶναι τὸν Αἴγισθον καὶ μὴ κτείνειν τὸν Ἀγαμέμνονα. (Vers. 40.) Ὅτι ἐν τῷ, ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρείδαο ὁππότ' ἄρ' ἡβήσει τε καὶ ἧς ἱμείρεται αἴης, ὑποδηλοῖ ὁ ποιητὴς τὸν τῆς ἥβης καιρὸν ἀρχὴν εἶναι τοῦ φρονεῖν τὰ βελτίω. τίς δὲ ἡ ἥβη καὶ πόθεν γίνεται, ἐν τοῖς τῆς Ἰλιάδος γέγραπται. ἐν τούτοις δὲ, καὶ ποιητική ἐστι παρίσωσις. πάρισα γὰρ τὸ, Ὀρέσταο Ἀτρείδαο. ἤγουν ὁμοιοκατάληκτα. ἢ ὁμοιοτέλευτα. Αἰολέων δέ εἰσιν αἱ τοιαῦται γενικαὶ ὡς καὶ ἐν τῇ Ἰλιάδι γέγραπται. Φασὶ δὲ οἱ παλαιοὶ, μὴ δεῖν ἐνταῦθα λέγειν ἐκ γὰρ Ὀρέσταο Ἀτρείδαο, ἤτοι τοῦ ἐγγόνου τοῦ Ἀτρέως. ἀλλὰ μᾶλλον, ὅτι ἐξ Ὀρέστου, τίσις τουτέστιν ἐκδίκησις ἔσται τοῦ Ἀτρείδου Ἀγαμέμνονος. λέγουσι γὰρ, τὸν Ὅμηρον μὴ σχηματίζειν ἀπὸ πάππου πατρωνυμίαν, εἰ μὴ ὁ πάππος εὐθὺς εἴη Διὸς υἱός. καὶ ὁ λόγος, εὔλογος. ἀπὸ γὰρ προσεχοῦς καὶ ἐγγυτάτω αἰτίου χρὴ γενεαλογεῖν, ὁποῖόν τι ὁ πατήρ. ὁ δὲ πάππος, πόῤῥω αἴτιον. εἰ μέντοι πάνυ ἔνδοξος ὁ πάππος ὡς οἱ ἐκ τοῦ Διὸς, τότε δὴ χαρακτηριστέον καὶ ἐξ αὐτοῦ τὸν ἀπόγονον, οὐχ' ὡς προσεχοῦς αἰτίου ἀλλ' ὡς ἐπιφανεστάτου. ἐνταῦθα δὲ ὁ τοῦ Ὀρέστου πάππος Ἀτρεὺς, οὐκ εὐθὺς ἐκ Διός. Διὸ οὐδ' ἐξ αὐτοῦ τῷ Ὀρέστῃ ἔσται πατρωνυμία. (Vers. 41.) Τὸ δὲ ἧς αἴης ἀντὶ τοῦ ἰδίας, συντελεῖ πρὸς τὸ ἀσφαλῶς οἰκείαν λέγειν τὴν πατρίδα. (Vers. 43.) Ὅτι τὸ, νῦν δ' ἁθρόα πάντ' ἀπέτισεν, οἰκεῖον λεχθῆναι ἐπὶ τοῦ μίαν μὲν ἀλλὰ μεγάλην δόντος ποινὴν ἐπὶ πολλοῖς κακοῖς προϋπάρξασιν. (Vers. 44.) Ἐπὶ δέ τινος ἀξίως ἀπολωλότος, καλὸν εἰπεῖν τὸ, καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ. ὡς ἀπόλοιτο καὶ ἄλλος ὅς τις τοιαῦτά γε ῥέζοι. Σημείωσαι δὲ ὅτι τὸ πάντα ἁθρόα ἀποτίσαι, μετήνεκται παροιμιωδῶς ἐκ τῶν πολλὰ ὀφειλόντων καὶ μὴ κατ' ὀλίγον ἀποτινόντων ἀλλ' ὁμοῦ πάντα καταβαλλομένων βαρέως ἑαυτοῖς. λέγει δὲ Ὅμηρος πάντα, τὴν τοῦ Αἰγίσθου μοιχείαν. τὸ μὴ ὑπακούειν Ἑρμῇ καὶ τοῖς αὐτὸν στείλασι. τὸν τοῦ βασιλέως φόνον. καὶ τἄλλα. ὧν πάντων ἔκτισις, ἡ αὐτοῦ ἀναίρεσις γέγονεν, ἧς ὀφειλέτης ἦν. (Vers. 45. et sqq.) Ὅτι οὐκ ἀπαναινόμενος ὁ ποιητὴς τὴν καίριον ταυτολογίαν ὡς ἡ Ἰλιὰς ἔδειξε, ποιῶν δὲ οὕτω καὶ ἐν ταύτῃ τῇ βίβλῳ, πλάττει ἐνταῦθα τὴν Ἀθηνᾶν, προσφωνοῦσαν τὸν πατέρα Δία, στίχῳ πολλαχοῦ καὶ τῆς Ἰλιάδος ἐκπεφωνημένῳ. εἰποῦσαν. ὦ πάτερ ἡμέτερε Κρονίδη. ὕπατε κρειόντων. Δῆλον δὲ ὅτι καθὰ τὸ ἄνερ, οὕτω καὶ τὸ πάτερ μὴ ὀξυνόμενα ὁμοίως ταῖς αὐτῶν εὐθείαις, ἀπὸ Αἰολίδος διαλέκτου ἐμμεμενήκασιν, εἰπεῖν καθ' Ἡρῳδιανόν. εἰκὸς δὲ καὶ τὸ σῶτερ τούτοις συνεκδραμεῖν Αἰολικώτερον. ὁ δὲ Ἡρῳδιανὸς καὶ τὸ θυγατρὸς καὶ θυγατρὶ καθὰ καὶ τὸ γυναικὸς γυναικὶ ὡς ἡμαρτημένα πρὸς ἀναλογίαν παρασημειούμενος, λέγει ὡς οὐδεμία γενικὴ εἰς ος λήγουσα ὑπὲρ δύο συλλαβὰς, ὀξύτονός ἐστιν. ὁμοίως οὐδὲ δοτικὴ εἰς ι περαιουμένη. σημειῶδες παρ' αὐτῷ, καὶ τὸ θυγατέρος καὶ μητέρος, ὅτι πρὸ μιᾶς τὴν ὀξεῖαν ἔχει καὶ οὐ τρίτην ἀπὸ τέλους κατὰ τὸ δημήτερος. εἰνάτερος. καὶ ἀρσενικὰ, ἐρίηρος. φράτερος. Ὅτι ἔθος τῷ ποιητῇ πολλαχοῦ, ἐκ τῶν παρὰ πόδας ἀφορμῶν ἁπλούστερον λαμβάνειν προοίμια, ὡς οἷα σχεδιάζοντι. καθά περ καὶ ἐνταῦθα τοῦ Διὸς μνησθέντος τῶν κατὰ τὸν Αἴγισθον, αὐτόθεν πορίζεται προοίμιον ἡ ὡς καὶ ἐν Ἰλιάδι κεῖται γλαυκῶπις Ἀθήνη. λέγουσα ὡς καὶ ἀνωτέρω ἔκκειται, ὅτι ἐκεῖνος μὲν ἐοικότι κεῖται ὀλέθρῳ, καὶ ἀπόλοιτο καὶ ἄλλος τοιαῦτα ῥέζων. Ὀδυσσεὺς δὲ διατὶ ἀγαθὸς ὢν, πάσχει τὰ καὶ τά;