Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.210.1
Not analysed yet
ἁπλοϊκῶς παρέῤῥιπται, ἢ καὶ ὅτι εἰκὸς περί που τὸ ἄκρον ἔχειν τινὰ γλυφῆς ὡραϊσμόν. (Vers. 236.) Τὸ δὲ ἐλάϊνον, παρατηρήσας ἔφη. ὡς ἔθος ὂν, τοιοῦτον εἶναι. Σκέπαρνον δὲ ἐΰξοον, δύναται καὶ κατὰ ἐνεργητικὴν σημασίαν εἶναι τὸ εὖ ξέον. ὥς που καὶ βέλος ὠκύμορον, τὸ ὠκὺ θανατοῦν. διὸ καὶ τὴν ἐνέργειαν αὐτοῦ φράζων καὶ τὴν τοῦ πελέκεως, φησί. πελέκκησε δ' ἄρα χαλκῷ, ξέσσε δ' ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνε. δῆλον δὲ ὡς οἱ μεθ' Ὅμηρον διθυραμβογραφοῦντες, σκέπαρνον δριμέως φράζοντες, ἄλλως ἐπὶ ἐρίου τίθενται ὃ σκέπει ἄρνα. (Vers. 244.) Τὸ δὲ πελέκκησε, διὰ μέτρον διπλάζει τὸ κάππα. ὡς καὶ ἀλλαχοῦ τὰ ἡμιπέλεκκα. ὅτι δὲ πελεκῶ μὲν, ἐπὶ ξύλων, πελεκίζω δὲ ἐπὶ προβάτων καὶ βοῶν καὶ ὅλως ζῴων, καθωμίληται τοῖς γραμματικοῖς. Ὅτι δὲ καὶ ἡ πέλλα οὐ τοπικὸν ἀλλὰ τὸ σκυφοειδὲς ἀγγεῖον ὃ πυθμένα ἔχει πλατύτερον εἰς ὃ ἤμελγον γάλα, ἐκ τοῦ πελεκῶ γέγονεν ὡς ξύλινον, οἱ παλαιοὶ δηλοῦσι. χρῆσις δὲ αὐτῆς, καὶ ἐν τῷ, περιγλαγέας κατὰ πέλλας. ὅθεν καὶ πελλὶς καθ' ὑποκορισμόν. Ἱππώναξ. ἐκ πελλίδος πίνοντες· οὐ γὰρ ἦν αὐτοῖς κύλιξ. ὁ παῖς γὰρ ἐμπεσὼν, κατήραξεν. εἰ δέ τις Φοῖνιξ πελλίδα φησὶ χρυσῆν ἤτοι φιάλην, σημείωσαι τὸ, πελλίδα χρυσῆν, χρήσιμον ὂν καὶ αὐτὸ καθὰ καὶ τὸ πίνειν ἐξ ἀργυρίδων χρυσῶν, εἰς τὸ, ἵπποι ἐβουκολοῦντο. καὶ εἰς τὸ, νέκταρ ἐωνοχόει. καὶ εἰς τὸ, ἐχειρονόμησε σκέλεσι. καὶ ὅσα δὲ ἄλλα τοιαῦτα ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρασεσημείωται. (Vers. 245.) Περὶ δὲ στάθμης, ἐγράφη ἀκριβῶς ἀλλαχοῦ. ἥτις ἐνταῦθα, κανών ἐστι τεκτονικός. ἤτοι σχοινίον μεμιλτωμένον ὡς τὰ πολλά. οὗ ἔργον, τὸ ἰθύνειν. οὐκ ἀεὶ δὲ μιλτοῦται ἡ σχοῖνος ἀλλὰ καὶ μελαίνεται. σπάνιον δὲ ἡ λευκὴ, διὰ τὸ κατ' αὐτὴν ἐν τοῖς ὑπολεύκοις τῶν σωμάτων ἄσημον καὶ οὐκ εὐδιάρθρωτον εἰς ἀπόρθωσιν γνώσεως. ὅθεν καὶ παροιμία τὸ, λευκὴ στάθμη. φησὶ γὰρ Αἴλιος Διονύσιος, οὕτω. λευκὴ στάθμη, ὁ μηδὲν διακρίνων μηδὲ διαγινώσκων. περὶ ἧς καὶ ἑτέρωθι ἐγράφη. (Vers. 246.) Τὸ δὲ τέρετρον ὃ δέλετρον καὶ τέλετρον ἀσιανή τις γλῶσσα φησὶ παραφθείρουσα, ὠνοματοπεποίηται παρὰ τὸν ἦχον τὸν ἐν τῷ τρυπᾶν ἀποτελούμενον. γίνεται δὲ ἀπὸ τοῦ τερῶ τερέσω τὸ τρυπῶ. ὃ καὶ αὐτὸ, μίμησιν ἔχει ἤχου. καθὰ καὶ τὸ τρῶ. οὗ παράγωγον ὥσπερ τὸ τρύχω, οὕτω καὶ τὸ τρύω ἐξ οὗ καὶ τρύμη ἡ παρὰ τῷ κωμικῷ. καὶ τρυμαλιὰ ἢ ὀπὴ τῆς βελόνης. καὶ ζυγοῦ τρυτάνη καὶ Ἀτρυτώνη Ἀθηνᾶ. καὶ τὸ τρυπᾶν καὶ τὰ ἐξ αὐτοῦ. ἐν οἷς, καὶ ἐκτρυπῆσαι κατὰ Παυσανίαν, τὸ μετὰ βίας ἐξελθεῖν. Αἴλιος δὲ Διονύσιος, εἰστρυπᾶν καὶ ἐκτρυπᾶν φησὶ, τὸ παρεισελθεῖν καὶ λάθρα μετὰ βίας ἐξελθεῖν. ἐκ δὲ τοῦ τοιούτου τρῶ, καὶ τὸ τρίβω. ὡς θλῶ θλίβω. καὶ τὸ τετραίνω, ὃ ἔργον ἐστὶ τῶν τερέτρων. φησὶ γάρ. τέτρηνε δ' ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοις. ἔστι γὰρ τρῶ ὡς ἐῤῥέθη, ἐξ οὗ τραίνω τὸ παράγωγον τοῦ τρανὸς καὶ τρανές. καὶ κατὰ ἀναδιπλασιασμὸν, τετραίνω. ὡς τρέμω τρεμαίνω τετρεμαίνω. ἔοικε δὲ γίνεσθαι τὸ τρῶ, ἐκ τοῦ τείρω κατὰ συγκοπήν. ἢ ἐκ τοῦ τορῶ. ἀπὸ δὲ τοῦ τοιούτου τρῶ, καὶ τὸ τρώγειν. ὅθεν ὁ τράγος. μίμημα ὂν καὶ αὐτὸ τοιούτου ἤχου. ἔτι δὲ, καὶ ἡ γρώνη τετρυπημένη οὖσα πέτρα καὶ ὡς οἱ παλαιοί φασι, τρώνη τίς. εἰ δὲ καὶ τὸ τρῶσαι ὅπερ Ἰωνικῶς τὸ βλάψαι δηλοῖ, σύστοιχον τοῖς τοιούτοις ἐρεῖ τις, οὐκ ἂν ἀπεικότως εἴποι. ἐκ δὲ τοῦ τορῶ ἐξ οὗ καὶ αὐτοῦ ὡς ἐῤῥέθη, δοκεῖ συγκεκόφθαι τὸ τρῶ, καὶ ὁ τορὸς λόγος καὶ ὁ τεκτονικὸς τόρος καὶ τὸ τορεύειν καὶ ὁ τόρνος, γίνεται. ἐκεῖθεν δὲ κεκίνηται καὶ τὸ ἀντετόρησεν. ὅπερ ἐν Ἰλιάδι κεῖται, ὡς δὲ τοῦ τείρειν αὖθις ἴδιαί τινες εἰσὶ κινήσεις, δῆλον ἔκ τε ἄλλων, καὶ ἐκ τοῦ Τειρεσίου. ἀπὸ τοῦ τείρω γάρ τινες ἐτυμολογοῦσι καὶ αὐτόν. καθὰ καὶ τὰ τείρεα, ὅπέρ ἐστιν ἄστρα. ἐκεῖθεν δὲ, καὶ τὰ κατ' οἴκους τέραμνα. ὡς τειρόμενα εἰς γλυφὴν, καθὰ δηλοῖ τὰ τρίγλυφα. καὶ ἡ τερηδὼν τὸ ζωΰφιον ὃ καὶ ξύλοις ἐμφύεται καὶ ὀστοῖς. καὶ ὁ τέρην. οὗ περ οὐδέτερον μὲν, τέρεν ἢ δάκρυον ἢ εἴτι ἄλλο. θηλυκὸν δὲ, τέρεινα. οἷον. πάρεισι μόσχων τέρειναι σάρκες. ἤγουν ἁπαλαί. τοῦ δὲ τείρειν στέρησις ὥσπερ ὁ ἀτειρὴς, οὕτω καὶ τὸ ἀτέραμνον ἤγουν δυσέψητον ὄσπριον. ἐξ οὗ καὶ ἦθος ἀτέραμνον, τὸ ὠμὸν καὶ ἀνύπεικτον. καὶ ὕδατα δὲ ἀτέραμνα, τὰ πυκνοῦντα καὶ οὕτω σκληρύνοντα. Φάρεα δὲ, εἰ καὶ ἐν ἄλλοις κοινότερον τὰ συνεῤῥαμένα εἰς ἔνδυσιν, ἀλλὰ νῦν τὰ σπεῖρα ἔφη. ταυτόν δ' εἰπεῖν τὰ λίνα ὧν χρεία τοῖς πλέουσι. Τοῦ δὲ τόφρα, σημασίαι φασὶ πέντε. τὸ εὐθέως. τὸ ἕως. τὸ ἡνίκα. τὸ ὄφρα. καὶ τὸ ἐν τοσούτῳ ὡς ἐνταῦθα. (Vers. 237.) Ὅτι τὰ τῆς ναυπηγίας τοῦ Ὀδυσσέως ἐργαλεῖα ὡς προεῤῥέθη φθάσας ὁ ποιητὴς, χορηγεῖ ἐκείνῳ καὶ ξύλα, λέγων οὕτως. ἦρχε δ' ὁδοῖο ἡ Καλυψὼ νήσου ἐπ' ἐσχατιῆς ὅθι δένδρεα μακρὰ πεφύκει. κλήθρη τ' αἴγειρός τε περὶ ὧν καὶ προεγράφη. ἐλάτη τ' ἦν οὐρανομήκης. αὖα πάλαι,