Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.211.1
Not analysed yet
περίκηλα. τά οἱ πλώοιεν ἐλαφρῶς. (Vers. 243.) Εἶτα τὴν τῆς σχεδίας κατασκευὴν φράζων ἣν καὶ πολύδεσμον οἶδε καὶ εὐρεῖαν, φησίν. αὐτὰρ ὁ τάμνετο δοῦρα. θοῶς δέ οἱ ἤνυτο ἔργον. εἴκοσι δ' ἔκβαλε πάντα. πελέκκησέ τε ὡς προσεχῶς ἐῤῥέθη. καὶ ἔξεσε. καὶ πρὸς στάθμην ἴθυνε. καὶ τερέτροις τέτρηνε πάντα ὡς καὶ αὐτὸ ἐγράφη. καὶ ἥρμοσεν ἀλλήλοις. (Vers. 248.) ὃ καὶ διασαφῶν, ἐπάγει. γόμφοισι δ' ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρῃρεν. οἷς ἐπαγαγὼν κατὰ τρόπον ἐπεμβολῆς τὸν κοαρὸν δι' οὗ ἀπηρτίσθη τὸ ἔργον οἷα ἑρμηνεῦσαι θέλων οὕτω τὸ, θοῶς δέ οἱ ἤνυτο ἔργον. καὶ εἰπὼν ὅτι ὅσσον τίς τ' ἔδαφος νηὸς τορνώσεται ἀνὴρ φορτίδος εὐρείης εὖ εἰδὼς τεκτοσυνάων, τόσσον ἐπ' εὐρείην σχεδίην ποιήσατ' Ὀδυσσεὺς, ἐπιφέρει τὰ ἑξῆς τῆς κατασκευῆς ὡς ἐξ ὑπαρχῆς, καὶ φησίν. (Vers. 252.) ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι, ποίει. ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα, ἐν δ' ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ. πρὸς δ' ἄρα πηδάλιον ποιήσατο ὄφρ' ἰθύνῃ. φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι. κύματος εἶλαρ ἔμεν. πολλήν δ' ἐπεχεύατο ὕλην, τόφρα δὲ φάρεα ἔνεικεν ἤγουν ἤνεγκε Καλυψὼ ἱστία ποιήσασθαι. (Vers. 258.) ὅδ' εὖ τεχνήσατο καὶ τὰ, οἷα δηλαδὴ πολυμήχανος. ἐν δ' ὑπέρας τε κάλους τε πόδας τ' ἐνέδησεν ἐν αὐτῇ. ἃ δηλαδὴ καὶ αὐτὰ ἡ Καλυψὼ ἤγαγε σιωπηρῶς. μοχλοῖσι δ' ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν. ἐξ οὗ καὶ μηχανικὸν σοφὸν σημειωτέον πλάττεσθαι τὸν Ὀδυσσέα παρὰ τῷ ποιητῇ. τοιαύτης γὰρ ἐπιστήμης εὕρημα τὰ μοχλευτικά. καὶ οὕτω μὲν ἡ σχεδία ἐκπεπόνηται τῷ σοφῷ ἀρχιτέκτονι ποιητῇ. (Vers. 262.) ὃς καὶ τὸν καιρὸν σαφέστατα φράζων τῆς τοῦ ἔργου ἀπαρτίσεως, φησί. τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα. τῷ δ' ἄρα πέμπτῳ, πέμπεν ἀπὸ νήσου αὐτὸν ἡ Καλυψώ. (Vers. 238.) τὰ δέ γε πρὸς μέρος τοῦ χωρίου τούτου, ἔχουσιν οὕτω. Ἐπ' ἐσχατιᾶς μὲν ὅ ἐστιν ἐπὶ ἐσχάτων μερῶν τῆς νήσου εἰσὶ τὰ τμηθησόμενα ξηρὰ δένδρα, διὰ τὸ τὰ ἐγγὺς τοῦ σπηλαίου ἐπιλιπεῖν τῇ συχνῇ πρὸς τὸ πῦρ χρήσει. Τὸ δὲ μακρὰ δένδρεα, τεχνικῶς κεῖται. τὰ τοιαῦτα γὰρ εἰς ναυπηγίαν χρήσιμα. προϊὼν δὲ, δοῦρα ταῦτα φησίν. ἐν δὲ τοῖς ἑξῆς, δούρατα μακρά. Ἐνταῦθα δὲ παρασημειοῦνται οἱ παλαιοὶ, ὅτι τὰ μὲν καρποφόρα δένδρα οἷον ὄχνας καὶ ῥοιὰς καὶ μηλέας, καλὰ προσαγορεύει ὁ ποιητής. μακρὰ δέ, τὰ εἰς ξυλείαν εὔθετα, τοῖς ἐπιθέτοις τὰς χρήσεις διαστέλλων. (Vers. 239.) Τὴν δὲ ἐλάτην οὐρανομήκη φησὶν, ὑπερβολικῶς διὰ τὸ πάνυ πολὺ τοῦ ὕψους, συντερατευόμενος τῷ μύθῳ. ὃς τὴν μηκίστην ἐλάτην ἐκείνην, εἰς τὸ φυτὸν τοῦτο μεταβάλλει τὴν τῶν ἀλοειδῶν ἀδελφὴν, πενθοῦσαν ἐπὶ τῷ ῥηθησομένῳ ἐν τοῖς ἑξῆς ὀλέθρῳ τῶν ἀδελφῶν. Ἰστέον δὲ ὅτι ταυτὸν τὸ, ἐλάτη οὐρανομήκης, καὶ ἐπίτυς βλωθρὴ, ὅ ἐστι μολοῦσα εἰς αἰθέρα. διὸ ἐλάτας βλωθρὰς λέγει Ὀππιανὸς, ὡς ταυτὸν ὂν τῷ, οὐρανομήκης. (Vers. 240.) Τὸ δὲ αὖα πάλαι περίκηλα, ταυτὸν μὲν ἐκ παραλλήλου δηλοῦσι. τὸ δὲ χρήσιμον αὐτῶν, ἵνα κατὰ τὸν ποιητὴν πλώοιεν ἐλαφρῶς. ὃ πρὸς ὁμοιότητα ἐῤῥέθη τοῦ τρέχειν ἐλαφρῶς. ἐπὶ ἐμψύχων γὰρ κυρίως τὸ ἐλαφρόν. ἐπεὶ καὶ ἀπὸ τῆς ἐλάφου παραχθὲν συγκέκοπται. Τὸ δὲ πάλαι, τὴν πολλὴν δηλοῖ ξηρότητα διὰ τὸ πολυχρόνιον. διὸ οὐδ' ἠρκέσθη αὖα εἰπὼν ἀλλὰ προσέθηκε καὶ τὸ περίκηλα. ὅ ἐστι περισσῶς κατεσκληκότα. ἢ ἄγαν ἐπιτήδεια εἰς τὸ κῆαι, καὶ εἰσὶ ταυτὰ τὸ αὖα πάλαι, καὶ τὸ περίκηλα. (Vers. 241.) Ὅρα δ' ἐν τούτοις καὶ ὅτι μυριαχοῦ ἐν καιρίῳ ταυτολογῶν ὁ ποιητής, παρέθετο καὶ ἐνταῦθα δὶς τὸ ὅθι δένδρεα μακρὰ πεφύκει. (Vers. 243.) Τὸ δὲ θοῶς ἀνυσθῆναι τὸ ἔργον, ἐν δυσὶν ἡρμήνευσε τόποις. ἑνὶ μὲν ἀορίστως. ἔνθα ὡς ἐῤῥέθη ἔφη ἐπὶ τοσοῦτον τὴν σχεδίαν ποιηθῆναι ὅλην, ἐφ' ὅσον ἔδαφός τις τορνώσεται φορτίδος εὐρείας. ἑτέρῳ δὲ ὡρισμένως, ἐν ᾧ ἔφη, τετάρτῳ ἤματι τελεσθῆναι αὐτήν. (Vers. 244.) Τὸ δὲ εἴκοσιν ἔκβαλεν, ἀντὶ τοῦ, ἔῤῥιψεν. ἢ τῆς οἰκείας στάσεως ἔξω ἔθετο. ὁ δὲ τοιοῦτος ἀριθμὸς τῶν ξύλων, βεβαιοῖ τὸ τὴν σχεδίαν τοῦ Ὀδυσσέως, καὶ εὐρεῖαν εἶναι καὶ πολύδεσμον. (Vers. 245.) Τὸ δὲ ἰθύνειν, οὐ μόνον στάθμης, ἀλλὰ καὶ πηδαλίου. ὡς δηλοῖ τὸ, πηδάλιον ποιήσατο ὄφρ' ἰθύνῃ. τουτέστιν εἰς ὀρθὸν πλοῦν ἀπευθύνῃ. (Vers. 246.) Τὸ δὲ τέρετρα καὶ τὸ τέτρηνεν, ἐτυμολογικὸν ἔχει τρόπον. τύπου δέ ἐστι τὸ τέρετρα, ὁποίου καὶ τὸ θύρετρα. (Vers. 248.) Ἁρμονίαι δὲ, ἄδηλον οἷαι τῇ σχεδίᾳ πεποίηνται. εἰκὸς δὲ ἀπὸ φυτῶν τινων γενέσθαι, δι' ὧν ἦν ἀναπληροῦσθαι τὴν τῶν στυππείων χρῆσιν. ἐπεὶ καὶ τοιούτοις τὸ παλαιὸν αἱ νῆες ἡρμόττοντο. καθὰ δηλοῖ καὶ Ἡρόδοτος ἐν τῷ, πακτοῦσι τὰς ἁρμονίας, βύβλῳ. τουτέστι κατασφαλίζονται. ὡς δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ, δῶμα πάκτου. καὶ ὁ κωμικὸς ἐν τῷ, κἀπακτώσαμέν γε τὰς θύρας ἀντὶ τοῦ, καὶ ἐπακ-