Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.246.1
Not analysed yet
εἴκασε, καὶ Ὀδυσσεὺς δὲ ὁμοίως λέγει. (Vers. 152.) Φυὴν δὲ καὶ νῦν οἱ παλαιοὶ λέγουσι, τὴν ἐκ πάντων τῶν τῶν μελῶν ἀναλογίαν. ὃ δὴ κάλλους ἐστὶν ἴδιον. Τὸ δὲ ἄγχιστα ἐΐσκω, ἀντὶ τοῦ, σχεδὸν ἤτοι ἐγγὺς, οὐ μὴν αὐτόχρημα. οὐ γὰρ ἦν σύγκρισις. Θάλος δὲ, ὡς ἐπὶ φυτοῦ εἶπε. καὶ ἔστι τοῦτο ἀφορμὴ καὶ ἀρχὴ τῆς ἐφεξῆς πρὸς φοίνικος ἔρνος συγκρίσεως. ἐπεὶ καὶ ταυτὸν ἔρνος καὶ θάλος. ὁ δέ γε παρὰ τοῖς ὕστερον θαλλὸς ἐν δυσὶ λάμβδα καὶ ὀξυτόνως, δηλοῖ μὲν καὶ αὐτὸς πᾶν τὸ θάλλον καθὰ καὶ τὸ θάλος, ἐθέλει δὲ ἔχειν προσθήκην. διὸ κατὰ Αἴλιον Διονύσιον, προστιθέασιν, ἐλάας ἢ ἄλλου τινός. καὶ θαλλοφόροι δέ τινες ἦσαν ἐν Ἀθήναις. τοιοῦτοι δὲ ἔν τισιν ἑορταῖς οἱ γεραίτατοι. (Vers. 156.) Σημείωσαι δὲ καὶ τὸ, σφίσι θυμὸς ἰαίνεται λευσσόντων, δοκοῦν σολοίκως ἔχειν, λεύσσουσι γὰρ ὤφειλεν εἰπεῖν. ἔστι δὲ τοιοῦτον σχῆμα καὶ ἐν τοῖς κατὰ τὸν Κύκλωπα, ὅτε εἴπῃ, ἡμῖν δὲ κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον βαρύν. καινοπρεπὲς γὰρ καὶ αὐτό. σόλοικον δὲ, οὐκ ἄν. Ἰστέον γὰρ ὅτι δυσχερές ἐστι σολοικίσαι τὸν πλαγιάζοντα. χρηστέον δὲ τοιούτοις σχήμασιν, ὅτε τι συγχέει πάθος τὴν ψυχήν. ὡς ἐνταῦθα μὲν τὸν Ὀδυσσέα τὸ πολὺ σέβας ὡς αὐτὸς λέγει, τουτέστιν ἡ ἔκπληξις, ἐκεῖ δὲ, τὸ δέος, ὡς δηλοῖ τὸ, δεισάντων. οὐκ ἔχει γὰρ κρατεῖν τῆς κατ' ὀρθὸν φράσεως ὁ τε ταραγμένος τὴν ψυχήν. Τὸ δὲ εἰσοιχνεῦσαν, ἄδηλον εἴτε οὐδέτερόν ἐστιν εἴτε θηλυκὴ μετοχὴ ἀντὶ τοῦ, εἰσοιχνέουσαν. δύναται γὰρ καὶ οὕτω κατὰ σχῆμα Ἀττικόν. Ἀττικίζει γὰρ πάντως ὁ εἰπὼν ἐνταῦθα, τοιόνδε θάλος, χορὸν εἰσπορευομένην. ταυτὸν ὂν τῷ, τοιάνδε θαλερὰν κόρην χορεύουσαν. τοιοῦτον δέ τι καὶ τὸ, φίλε τέκνον, ἀντὶ τοῦ, φίλε υἱέ. Ἰστέον δὲ ὡς δυνατὸν ὂν εἰσοιχνοῦσαν εἰπεῖν κοινότερον, ὅμως ὁ ποιητὴς εἵλετο τὸ καινότερον ὡς φίλον αὐτῷ καθὰ καὶ ἄλλοι προαιροῦνται. οὕτω Δωριεῖς ἐν τῷ, λεξεῖται ποιησεῖται ἐσσεῖται, μεταθέντες τὴν παρατέλευτον ει δίφθογγον εἰς τὴν ου, παρενθέσει τοῦ ν, ποιησοῦντι φασὶ καὶ τελεσοῦντι καὶ ἐσσοῦντι. πᾶς γὰρ μέλλων καθ' Ἡρακλείδην τοιοῦτος ἐπὶ τρίτου πληθυντικοῦ, Δωρικῶς εἰς τὸ τι λήγει τῆς ου διφθόγγου παραληγούσης. οὕτω δὲ καὶ ἐπὶ τοῦ ποιοῦντι ἀντὶ τοῦ ποιοῦσι καὶ ὀρθοῦντι ἀντὶ τοῦ ὀρθοῦσι καὶ τῶν ὁμοίων θεμάτων τῆς πρώτης καὶ τρίτης τῶν περισπωμένων. ἔτι δὲ καὶ τῶν μελλόντων. ποιησοῦντι γὰρ καὶ ὀρθωσοῦντι καὶ τὰ ὅμοια. ἐπὶ μέντοι δευτέρας, διὰ τοῦ α μηκυνομένου καὶ τοῦ ν. γελασοῦντι γὰρ καὶ γελᾶντι. καὶ βοασοῦντι βοᾶντι. ἐπὶ δὲ βαρυτόνων, ἡ ον συλλαβὴ ἐν τούτοις παρατελευτᾷ. οἷον. λέγοντι ἀντὶ τοῦ λέγουσι. καὶ τὰ ὅμοια. τῶν δ' αὐτῶν Δωριέων, καὶ τὸ φρονοῦσι καὶ νοοῦσι, φρονεῦντι λέγειν καὶ νοεῦντι ἐπὶ περισπωμένων δηλαδή. ἅπερ ἐξάρσει τοῦ ν λεγόμενα, Αἰολικά ἐστιν. οἷον. φρονεῦτι. ἔτι δὲ καὶ εὖτι ἀντὶ τοῦ, εἰσίν. ὅπερ ἄλλως ἐντὶ λέγεται. Δώριον ὁμοῦ ὂν καὶ Αἰολικὸν. Δώριον μὲν φησὶ, διὰ τὸ ν καὶ τὸ τ. Αἰολικὸν δὲ, διὰ τὴν παράληξιν τοῦ ε. τὰ γὰρ εἰς ςι περαιούμενα τρίτα πληθυντικὰ θέματα τῇ ει διφθόγγῳ παραληγόμενα, μετατιθέασι τὸ μὲν ἰῶτα εἰς ν Δωρικᾶς, τὸ δὲ σίγμα εἰς τ. τιθεῖσι τιθέντι. ἱεῖσιν ἱέντι. οὕτω δὲ καὶ Αἰολικῶς, οἴκεντι φίλεντι, ἤγουν οἰκοῦσι φιλοῦσι. τοιοῦτον δὲ καὶ τὸ εἰσὶν ὅτε γένοιτο ἐντί. τοιαῦτα ὁ Ἡρακλείδης εἰπών. εἶτα καὶ ὅτι ἔνιοι ἀκέραιον τὸ εἰσὶ δωριζόμενον ἐντὶ γενέσθαι φασὶν, ἐπάγει ὡς αἰολικεύοντές τινες αὐτὸ παρατίθενται εἰς πίστιν τὸ, τιθεῖσι τιθέντι καὶ τὰ ὅμοια. Αἰολικὰ ὄντα ταῦτα δίχα μυρίων ἄλλων. παρὰ τὸ πολλοὺς χαίρειν ταῖς ξενιζούσαις τῶν λέξεων μᾶλλον ἤπερ ταῖς συνήθεσι. (Vers. 158.) Τὸ δὲ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, τρεῖς ἐπιτάσεις ἔχει, τὸ περι, τὸ μακάρτατος. καὶ τὸ ἔξοχον πρὸς ἔνδειξιν πάνυ πολλῆς μακαριότητος. ὁποία ἡ τοῦ τρισμάκαρος. (Vers. 159.) Τὸ δὲ βρίσας, ἀντὶ τοῦ, νικήσας ἕδνων πλήθει τοὺς ἄλλους μνηστῆρας διὰ τὸ τῆς κόρης δηλαδὴ περιμάχητον. (Vers. 162.) καὶ ἔστιν ἡ μεταφορὰ, ἐκ τῶν σταθμιζομένων ῥοπῶν. Εἰς δὲ τὴν Δῆλον ὅτι παρέβαλον οἱ Ἕλληνες εἰς Τροῖαν πλέοντες, καὶ ὁ Λυκόφρων ἱστορεῖ. ὡς δὲ ἱερὰ ἡ Δῆλος Ἀπόλλωνος ὅ ἐστιν Ἡλίου δι' οὗ δῆλα γίνεται τὰ περὶ γῆν, ἐν ἄλλοις ἐγράφη. ὡς δὲ καὶ πρῶτον ἐκεῖ φοῖνιξ ἐκ γῆς ἀνῆλθεν, ἐῤῥέθη παρ' Εὐριπίδῃ τε καὶ ἑτέροις. ὡς δὲ καὶ δάφνη πρωτογόνος ἔφυ ἐκεῖ διὰ τὴν Λητὼ καὶ ὡς ἀμφοτέρων ἁψαμένη δάφνης τε ταύτης καὶ φοίνικος τοῦ ῥηθέντος ὅτε ὤδινε, μαῖα γάρ φασιν οὐκ ἦν, ἐγέννησεν Ἄρτεμιν καὶ Ἀπόλλωνα, παλαιὸς καὶ τοῦτο μῦθος φησί. Τὸν δὲ ῥηθέντα βωμὸν, οὐκ ἐν ναῷ ἀλλ' αἴθριον ὑπονοητέον. οὐ γὰρ εἰκὸς περιῳκοδομῆσθαι τὸν λεχθέντα φοίνικα. τοιοῦτος δὲ ἦν καὶ ἐν Ἰλιάδι βωμὸς περὶ ὃν ἡ καλὴ πλατάνιστος καὶ τὸ ἀγλαὸν ὕδωρ. (Vers. 163.) Τὸ δὲ φοίνικος, βραχὺ ἐν τῇ εὐθείᾳ ἔχον τὸ δίχρονον ἢ γοῦν ἀλλὰ