Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.247.1
Not analysed yet
θέσει μακρὸν, ἐνταῦθα φύσει μακρὸν αὐτὸ ἔχει. Ἐνταῦθα δὲ ἰστέον ὅτι τε καθὰ ἐλαία ἔτι δὲ καὶ λωτὸς, λέγεται αὐτὰ τὲ τὰ φυτὰ καὶ ὁ καρπὸς δὲ αὐτῶν, οὕτω καὶ φοῖνιξ, τὸ φυτὸν καὶ τὸ αὐτοῦ τρόφιμον. καὶ ὅτι σημασίαι φοίνικος, οὐ μόνον τὰ εἰρημένα δύο, καὶ κύριον ὄνομα, καὶ ὁ πυῤῥοῦ μετίσχων χρώματος ὡς ἐν Ἰλιάδι φοῖνιξ ἵππος δηλοῖ, ἀλλὰ καὶ ἕτερα ὡς μετ' ὀλίγα εἰρήσεται. Ἔρνος δὲ, οὐ μόνον τὸ εὐθαλὲς φυτὸν ὡς ἐῤῥέθη, ἀλλά ποτε καὶ τὸ ἄνθος κατὰ τοὺς παλαιούς. Τὸ δὲ ἀνερχόμενον, γλυκέως καὶ αὐτὸ ἐπὶ ἔρνους κεῖται καθὰ καὶ τὸ ἀναδέδρομεν ἐπὶ πέτρας, δηλοῖ δὲ, ταχεῖαν φυτοῦ αὔξησιν. Ἰστέον δὲ ὡς Ὅμηρος μὲν, ἠρέμα Ἡλίου ἀνῆκε τὴν εὐγενῆ βασιλικὴν κορίσκην διὰ μέσου τοῦ κατὰ τὸν Δήλιον φοίνικα ἔρνους. ὅπερ Ἀπόλλωνι ἀνεῖται Ἡλίῳ κατὰ τὸν μῦθον, ὁ δὲ πανηγυρικὸς χορὸς ὃς ᾄδων ποιήματα εἰς τὸν Φαληρέα Δημήτρηον, ἡλιόμορφον ἐκεῖνον ἐξόχως τε εὐγενέταν προσηγόρευσε, θρασύτερον εἰς τὸν ἄνδρα ἐλάλησε τὸ ἡλιόμορφος. Ἰστέον δὲ ὅτι περὶ Ἀπόλλωνος Δηλίου ἤγουν γεννηθέντος ἐν Δήλῳ τῇ νήσῳ, αἴνιγμα φέρεται ἐοικὸς τοῖς τοῦ Θεοκρίτου σκληροῖς, τοιοῦτον. ἐν φανερᾷ γενόμην. πάτρην δέ μου, ἁλμυρὸν ὕδωρ ἀμφὶς ἔχει. μήτηρ δ' ἔστ' ἀριθμοῖο πάϊς. ἤγουν ἐν τῇ Δήλῳ ἐγεννήθην. μητέρα δ' ἔχω, Λητὼ τὴν παῖδα τοῦ Κοίου. ὃς ὁμώνυμός ἐστι τῷ παρὰ Μακεδόσι κοίῳ τουτέστι τῷ ἀριθμῷ. Ἔτι ἰστέον καὶ ὅτι Φοῖνιξ οὐ μόνον κύριον, καὶ ὀρνέου δὲ ὄνομα, καὶ δένδρου, καὶ καρποῦ τοῦ ἐξ αὐτοῦ πρὸς ὁμοιότητα ἐλαίας καὶ ῥοιᾶς, ἀλλὰ καί τις βαφὴ, καὶ ἵππου δὲ ὡς ἐῤῥέθη ἐπίθετον. πρὸς δὲ τούτοις, καὶ ἔθνος. καὶ μουσικόν τι ὄργανον. οἷον. φοίνικες. πηκτίδες. μαγαδίδες. σαμβύκαι. καὶ ἑξῆς παρὰ τῷ Ἀθηναίῳ. ἐν οἷς καὶ σκινδαψοί. Ὅτι δὲ (Vers. 162.) μία τῶν Κυκλάδων ἡ Δῆλος, ἡ ἱστορία διασαφεῖ. λέγουσα καὶ ὡς Ὀρτυγία ἐκλήθη κατά τινας ἐξ ὀρτύγων. ὧν τὰς ἀγέλας φερομένας, ἐκ τοῦ πελάγους, ἱζάνειν εἰς τὴν νῆσον διὰ τὸ αὐτῆς εὔορμον ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. ὁ δέ γε μῦθος, ἄλλα περί τε Δήλου καὶ Ὀρτυγίας, βούλεται. κείμενα καὶ ἐν τοῖς τοῦ Λυκόφρονος. (Vers. 164.) Τὸ δὲ πολὺς δέ μοι ἕσπετο λαὸς, τίμιον τὸν Ὀδυσσέα παριστᾷ. ἵνα μὴ φορτηγός τις εἶναι φασὶν ἢ κωπηλάτης δοκοίη. Ἐν δὲ τῷ, (Vers. 167.) οὔπω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης, τὸ μὲν ἀνῆλθεν, ἀφελῆ γλυκύτητα ἔχει ἐκφύσεως λεχθὲν φυτοῦ. δόρυ δὲ, ἢ ξύλον ἁπλῶς λέγει, ἢ μάλιστα, ξυλῶδες φυτόν. δύναται δὲ τὸ ῥηθὲν, σκωπτικῶς προσαρμόσαι καὶ ἀνδρὶ ἀνοήτῳ καὶ ἀφυεῖ. Εἰς τοὺς δὲ ἐνταῦθα γυναικείους Ὁμηρικοὺς ἐπαίνους, σημείωσαι παλαιὸν ὕστερον οὐδέν τι ἐοικὸς τοῖς Ὁμήρου, τὸ κάλλει καλῆς. μεγέθει μεγάλης. τέχνῃ σοφῆς. καλὸν δὲ ὅμως καὶ αὐτό. ἔτι δὲ, καὶ Φιλοξένου τοῦ Κυθηρίου τὸ, ὦ καλλιπρόσωπε χρυσεοβόστρυχε χαριτόφωνε κάλλος ἐρώτων. ἅπερ ἐκεῖνος εἶπεν ἐπὶ Γαλατείᾳ τῇ Νηρηΐδι, ἐπαινῶν αὐτὴν ὡς ἐρωμένην. ἐφ' οἷς παίζων τις ὅτι μὴ καὶ ὀφθαλμοὺς ἐκείνης ἐπῄνησε, φησί. τυφλὸς ὁ ἔπαινος, καὶ κατ' οὐδὲν ὅμοιος Ἰβυκείῳ ἐκείνῳ τῷ, γλαυκέων χαρίτων θάλαμος καλλικόμων μελέδημα. σὲ μὲν, Κύπρις ἅτ' ἀγανοβλέφαρος Πειθὼ, ῥοδέοισιν ἄνθεσι θρέψαν. οὐ δὲ τῷ, λάμπεις ἐπὶ πορφυραῖς παρειῇσι φῶς ἔρωτος. Σημείωσαι δ' ἐν τούτοις καὶ ὅτι ὅμοια νοούντων ἀλλήλοις τοῦ ἀνελθεῖν τοῦ ἀνέρχεσθαι τοῦ ἀναδραμεῖν, ὧν χρήσεις τοῦ μὲν ἀνήλυθε καὶ τοῦ ἀνέρχεσθαι, ἐν τῷ προκειμένῳ χωρίῳ, τοῦ δὲ λοιποῦ, ἐν τῷ, ἀνέδραμεν ἔρνεϊ ἶσος, Ἡρόδοτος τὸ ἀναδραμεῖν φαίνεται φιλεῖν. (Vers. 168.) Ὅρα δὲ καὶ τὸ, σέβασμ' ἔχει, καὶ τὸ ἄγαμαι, καὶ τὸ τέθηπα, ἐπικεχυμένα ἀλλήλοις κατὰ σημασίαν ἰσοδύναμον. (Vers. 177.) Ἐν δὲ τῷ, οἳ τήνδε πόλιν ἔχουσιν, οὐ δεικτικὸν τὸ τήνδε ἀλλ' ἀναφορικόν. οὐ γὰρ ἔχει δεῖξαι Ὀδυσσεὺς δακτύλῳ τὴν τοιαύτην πόλιν. ὅτι δὲ ταυτὸν πόλιν εἰπεῖν καὶ ἄστυ, δηλοῖ ἐπαγαγὼν εὐθύς. ἄστυ δέ μοι δεῖξον. (Vers. 178.) καὶ ῥάκος δὲ καὶ σπεῖρον ἐνταῦθα εἰς ταυτὸν ἄγει. εἰπών. δὸς ῥάκος εἴτι που εἴλυμα σπείρων ἔχεις. ὅ ἐστι κάλυμμα ῥάκους. (Vers. 181.) Ὁμοφροσύνη δὲ, τὸ τὰ αὐτὰ βουλεύεσθαι. ὁ σπάνιον ἐν ταῖς κατ' ἀνθρώπους συζυγίαις. οἱ πλείους γὰρ ζυγομαχοῦσι κατὰ τὸν βίον. Τὸ δὲ ἄλγεα δυσμενέεσσι. τοὺς φθονεροὺς διαζωγραφεῖ. οἳ ἀλγοῦσιν ἐπὶ τοῖς ἑτέρων ἀγαθοῖς. ὥσπερ αὖ πάλιν οἱ εὐμενέται, χάρμα ἔχουσιν. (Vers. 184.) Ὅρα δὲ καὶ ὅτι δυνάμενος εἰπεῖν εὐμενέεσι καθ' ὁμοιότητα τοῦ δυσμενέεσιν, ὅμως οὐκ ἠθέλησεν ἐπιβούλως καλλωπίσαι. ἵνα μὴ ἀχρειώσῃ τὸ τοῦ λόγου πιθανὸν τῇ πρὸς κάλλος ἐπιβουλῇ. πάντως δὲ οὐκ ἐξ ὀνόματος τοῦ μένος, γίνεται ὥσπερ ὁ δυσμενὴς οὕτω καὶ ὁ εὐμενέτης, ἀλλὰ ἀπὸ ῥήματος περισπωμένου μὲν οὐκ ἐν χρήσει δὲ συνήθει κειμένου. ὡς ἔστι νοεῖν καὶ ἐκ τοῦ ὑπομενετέον. οὗ χρῆσις παρὰ τοῖς σοφοῖς. (Vers. 187.) Ὅτι ἔπαινος ἀγαθοῦ ἀνδρὸς