Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.283.1
Not analysed yet
μῶν ἄμερσιν ὅ ἐστιν ἀμαυρότητα, ἐπεί φασι μουσικώτεροι οἱ τοιοῦτοι ὡς μὴ ἀσχολούμενοι περὶ πολλά. (Vers. 63.) Σημείωσαι δὲ καὶ ὅτι κατὰ σύλληψιν ἤτοι συνεκδοχὴν εἴρηται τὸ, δίδου δ' ἀγαθόν τε κακόν τε. ἀοιδὴν μὲν γὰρ ἀγαθὴν δίδωσιν ἡ Μοῦσα, οὐ μὴν ἡ αὐτὴ καὶ ὄψεως ἀποστερεῖ κατά γε τὸν μῦθον εἴγε θεοὶ δοτῆρες ἑάων, ἀλλ' αὐτόματον ἥκειν δοκεῖ τὸ κακόν. εἰ δὲ ὀρθῶς εἴρηται τὸ, ὦ Ζεῦ μίξον τι τοῖς ἀγαθοῖς καὶ δυστύχημα, εἴη ἂν καὶ κακόν τι θεόσδοτον. Ἰστέον δὲ ὅτι τὸ ἐφίλησε καὶ ἁπλῶς τὸ φιλεῖν, οὐ μόνον τὸ ἀγαπᾶν σημαίνει ἔτι δὲ καὶ τὸ χείλεσιν ἀσπάζεσθαι καὶ τὴν ἐκεῖθεν κατ' ἀρετὴν φιλίαν καὶ τὸν σπουδαίως φίλον, ἀλλὰ καὶ ἐπὶ ἐμπαθοῦς διαθέσεως τίθεται, ὡς δηλοῖ καὶ παρὰ τῷ σοφῷ Ἀθηναίῳ μάγειρος ἐμβαμμάτια καταλέγων καὶ ἰχθύδια κατασκευασθέντα μειρακίῳ ἐρωμένην ἔχοντι. φησὶ γὰρ ἐκεῖνος, ὡς ὁ τοιοῦτος νέος ἔστιν οὐ δειπνητικός. πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιαν ἔστ' ἔχων. Τὸ δὲ ὀφθαλμῶν ἄμερσε, ταυτόν ἐστι τῷ, ὀφθαλμοῦ ἀλάωσε. λάειν γὰρ καὶ μέρδειν, τὸ ὁρᾶν. διὸ καὶ ἀλαοῦν καὶ ἀμέρδειν, ἰσοδύναμά εἰσιν. ὅθεν καὶ ἄμφω ἀπὸ στερήσεως ἑρμηνεύονται. ἀλάωσε γὰρ καὶ ἄμερσεν, ἀντὶ τοῦ ἐστέρησεν ὄψεως. εἰ δέ τις, Μοῦσαν τὴν τῶν ἄνω καὶ περὶ οὐρανὸν ἐμμελῆ κίνησιν νοήσει ἀλληγορικῶς, δύναται καὶ κατὰ τὸν οὕτω φρονοῦντα, ἐκ τῆς τοιαύτης Μούσης καθ' εἱμαρμένην νοηθῆναι καὶ ἡ τύφλωσις. καὶ ἡ περὶ ἀνάγνωσιν δὲ ἔμμουσον ἄμετρος ἀσχολία ποιεῖ ποτε τὸ τοιοῦτον κακόν. Ἰστέον δὲ ὅτι τὸ, ἡ Μοῦσα τῷδε ἔδωκεν ἀγαθόν τε κακόν τε. ἢ μᾶλλον, τῷ δ' ἕτερον μὲν δῶκε πατὴρ ἕτερον δ' ἀνένευσεν, εἰπών τις ἀγαθὸς κιθαρῳδὸς ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη περὶ ἑτέρου φαύλου κιθαριστοῦ, καὶ ἐρωτηθεὶς τὸ ποῖον, ἔφη. κακῶς μὲν κιθαρίζειν ἔδωκε. καλῶς δὲ ᾄδειν, ἀνένευσε. παρ' ὑπόνοιαν ἐκεῖνος ἀστείως εἰπών. (Vers. 66.) Ὅτι ὥσπερ τὸν δημηγοροῦντα ἐχρῆν μέσον ἵστασθαι ὡς πάντοθεν ἀκούεσθαι, οὕτω καὶ τῷ ἀοιδῷ Δημοδόκῳ τίθεται θρόνος ἀργυρόηλος μέσσῳ δαιτυμόνων πρὸς κίονα μακρὸν ἐρεισθείς, ἵνα εἰς πάντας ἐξικνῆται τοὺς κύκλῳ τὰ τῆς ἀοιδῆς. οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς ὁ αὐτὸς κίεν ἐς μέσον. (Vers. 67.) Ὅτι ἐκ πασσαλόφιν κρέμαται φόρμιγξ λίγεια ἡ τοῦ Δημοδόκου ὑπὲρ κεφαλῆς αὐτοῦ. ὅθεν αὐτὴν ἐκεῖνος καθαιρῶν, ἐν καιρῷ μετεχειρίζετο. καὶ οὕτω μὲν ὁ ποιητής. ἡ δὲ ὕστερον παροιμία, ἐπὶ τῶν ἀμελουμένων λέγει τὸ, ἐκ πασσάλων φόρμιγγα ἢ τόξον ἤ τι τοιοῦτον ἀπῃωρῆσθαι καθ' ὁμοιότητα τοῦ, ὑπὲρ καπνοῦ τὸ πηδάλιον. ὅ ἐστιν, ἠμέληται ἡ ναυτιλία. καὶ μετὰ τὴν ἀοιδὴν δὲ, ἐκ πασσαλόφιν κατακρεμᾷ τὴν αὐτὴν φόρμιγγα ὁ Δημόδοκος. ἣν ὁ ποιητὴς οἰκείῳ ἔθει, λίγειαν προπαροξυτόνως λέγει, κατά τινα σειρηνιακὴν κλήσιν. μιᾶς γὰρ τῶν Σειρήνων ὄνομα ἡ Λίγεια. (Vers. 69.) Ὅτι γοργὴ φράσις τραπεζώματος τὸ, πὰρ δ' ἐτίθει κάνεον, καλήν τε τράπεζαν. πὰρ δὲ δέπας οἴνοιο (Vers. 70.) πιεῖν ὅτε θυμὸς ἀνώγει. τουτέστιν, ὅτε προεθυμεῖτο πιεῖν οἴνου. τὸ δ' ὅμοιον καὶ ἐπὶ βρώσεως. οὐ γὰρ ἀναγκαστὸν τὸ συμπόσιον. Τῷ δὲ κανέῳ, καὶ τὸ σῖτον καὶ τὰ ὄψα συνεπινοοῦνται. ὅτι δὲ οὐ μόνον κανέοις ἤτοι πίναξι βρώματα συνετίθεντο ἀλλὰ καὶ σπυρίσι, δῆλον ἐκ τῶν παλαιῶν. καὶ ἐλέγοντο αὐτὰ, ἀπὸ σπυρίδων δεῖπνα. συγκομιζόμενα ὅτε τις ἀπήει παρά τινι δειπνήσων. καλῶς ἄρα σπυρὶς ἐτυμολογεῖται παρὰ τὸν πυρὸν ὃ δηλοῖ σῖτον ὅθεν καὶ τὰ σῖτα καὶ οἱ Ὁμηρικοὶ πύρνοι παράγονται, ὧν δεκτικαί εἰσιν αἱ ῥηθεῖσαι σπυρίδες. Τραπέζης δὲ φιλοτησίου ἔπαινος φέρεται τοιοῦτος ἐν τοῖς τοῦ Ἀθηναίου. βίου τιθήνη πολεμία λιμοῦ φύλαξ φιλίας ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα. Ἔνθα ὅρα ψευδοπαρηγητικὸν τὸ, φύλαξ φιλίας. ὅμοιον ὂν τῷ, Φυλέα φίλον θεοῖς. καὶ τῷ, φίλησε δὲ φῦλον ἀοιδῶν. καὶ τῷ, κοίμησε δὲ κύματα δαίμων, καὶ ἄλλοις τοιούτοις ἅπερ καὶ ἐν ἄλλοις κεῖνται. (Vers. 73.) Ὅτι χρησαμένῳ τῷ Ἀγαμέμνονι περὶ τοῦ κατὰ τὸν Τρωϊκὸν πόλεμον τέλους ἀνεῖλεν ὁ ἐν Δελφοῖς Ἀπόλλων, τότε ἁλῶναι τὴν Ἴλιον ὅτε οἱ ἐν Ἀχαιοῖς ἄριστοι καταστασιάσουσι. καί ποτε παρὰ θυτικὸν πότον, ἔπαθον τοῦτο Ἀχιλλεύς τε ἀνδρίᾳ θέλων περιέσεσθαι Τρώων, καὶ Ὀδυσσεὺς φρονήσει καὶ δόλῳ συμβουλεύων ἐπιτρέψαι τὸ ἔργον. ὃ καὶ κρεῖττον ἀπέβη. εἴγε Ἀχιλλεὺς μὲν, πρὸς βίαν ἀνδριζόμενος, πίπτει. Ὀδυσσεὺς δὲ, δόλῳ πτολίπορθος γίνεται. τέως γε μὴν ἔχαιρεν ὁ βασιλεὺς ὁρῶν τοὺς ἀριστέας φιλοτιμουμένους ἐν καιρῷ δαιτός. καὶ τὸν μὲν, τὰ ψυχικὰ ἐπαινοῦντα. τὸν δὲ, τὰ σωματικά. καὶ τὸ τῆς μάχης ἤδη κατὰ τὸν χρησμὸν τέλος, καθυπεμφαίνοντας. ταύτην τὴν ἱστορίαν ὁ Δημόδοκος ἄρτι μετὰ ἐδητὺν ᾄδει, οὐ προβουλευσάμενος, ἀλλ' ἁπλῶς οὕτω κινηθεὶς ὑπὸ Μούσης, ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις, τοιαύτη. Μοῦσ' ἂρ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν. οἴμης, τῆς, τότ' ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε. νεῖκος Ὀδυσσῆος καὶ