Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.370.1
Not analysed yet
εἶναι λοιπὸν μείωσιν τὸ ἀνάπαλιν. (Vers. 93.) Τὸ δὲ ὀλίγον, καὶ νῦν ὡς καὶ πρὸ τούτων, ἀντὶ τοῦ μικρὸν κεῖται. (Vers. 94.) Τὸ δὲ λευκὴ γαλήνη, ἄριστα ἐῤῥέθη. ἐπεὶ παρὰ τὸ γάλα ἡ γαλήνη. λευκὸν δὲ τὸ γάλα φησὶ κατεξαίρετον Ὅμηρος. εἴη δὲ ἂν καὶ μαρμαρέη θάλασσα ἡ τοιαύτην γαλήνην ἔχουσα. (Vers. 91.) Ὅτι ἐλλιμενισμὸν φράζει τὸ, ἔνθα ἔχον νέας ἀμφιελίσσας. αἱ μὲν ἄρ' ἔντοσθεν λιμένος κοίλοιο δέδεντο πλησίαι. διὰ τὸ ὡς ἐῤῥέθη ἀκύμαντον τοῦ λιμένος. (Vers. 93.) Τοῦ δὲ πλησίαι, δῆλον ὡς εὐθεῖα ἐστὶν ἡ πλησία, ἧς ἡ γενικὴ παρὰ Σοφοκλεῖ ἐν τῷ, παρούσης τῆσδε πλησίας ἐμοί. (Vers. 95.) Ὅτι εὐτυχῶς ὁ Ὀδυσσεὺς ἔξω τοῦ ῥηθέντος λιμένος ἔσχε τὴν ἑαυτοῦ νῆα, ἐπ' ἐσχατιᾶς δηλαδή. μὴ κατασχὼν εἴς τι κοῖλον ἀλλὰ πέτρης ἐκ πείσματα δήσας. ὡς εἰ μὴ τοῦτο ἐποίησεν, οὐκ ἂν οὐδ' αὐτὸς διέδρα τὸν κίνδυνον. (Vers. 96.) Ὅρα δὲ καὶ νῦν ὡς οὐ μόνον ἐπ' ἀγροῦ ἡ ἐσχατιὰ ἢ ἐπ' ἐρημίας. ἰδοὺ γὰρ νῦν ἐσχατιὰ τὸ τοῦ λιμένος ἔσχατον. Ὅτι ἀνελθόντι τῷ Ὀδυσσεῖ καὶ στάντι σκοπιὴν ἐς παιπαλόεσσαν οὔτε βοῶν οὔτ' ἀνδρῶν φαίνετο ἔργα, (Vers. 99.) καπνὸς δὲ μόνος ὁρᾶτο ἀπὸ χθονὸς ἀΐσσων, δηλῶν εἶναι τὸν τόπον οἰκούμενον. (Vers. 98.) Ἔργα δὲ βοῶν, τὰ κατὰ γεωργίαν λέγει, καθὰ καὶ Ἡσίοδος, ἔργα βοῶν δ' ἀπόλοιτο. εἰ καὶ ἄλλως ὑπούργουν βόες τοῖς ἐκεῖ. (Vers. 104.) ἅμαξαι γὰρ ἄστυ δ' ἀφ' ὑψηλῶν ὀρέων καταγίνεον ὕλην. Ἔστι δὲ ἀγινεῖν κυρίως μὲν τὸ ἄγειν, ἐκ τῆς τοῦ ἄγω παραγωγῆς. νῦν δὲ τὸ καταφέρειν. οὐ μακρὰν δὲ τῆς περὶ τὴν γῆν τῶν Κυκλώπων διαγωγῆς καὶ τὰ τῶν Λαιστρυγόνων, εἴγε καὶ τούτοις ἀπραγμάτευτος ἡ ζωή, πλὴν ὅσον οὐ προσμαρτύρεται καὶ αὐτοῖς τὸ καὶ ἀρότου δίχα καὶ σπορᾶς εὔφορον εἶναι τὴν κατ' αὐτοὺς γῆν. Ὅτι δὲ καὶ ἀγριώτεροι Κυκλώπων οἱ Λαιστρυγόνες, ἔστι ἐνταῦθα ἐκ τῶν τοῦ ποιητοῦ συναγαγεῖν. βασιλεύονται μὲν γὰρ, ἀλλ' οὐ θεμιστεύονται, οὔτε κοινῶς κατὰ τοὺς ἡμετέρους ἀνθρώπους, ἀνθρωποφαγοῦσι γάρ· οὔτε μὴν ἰδίᾳ κατὰ τοὺς Κύκλωπας. οὐ γὰρ ἱστόρησεν ὡς ἐκεῖ, οὕτω καὶ ἐπὶ τούτων ὁ ποιητὴς, ὡς ἕκαστος θεμιστεύει παίδων ἠδὲ γυναικῶν. ἔτι Λαιστρυγόνες μὲν ἐνταῦθα τοὺς περὶ τὸν Ὀδυσσέα ὀλλύντες δαῖτα πένοντο. περὶ δὲ Κυκλώπων ὡς ἀνθρωποφαγούντων οὐδὲν ἐξέφῃνεν ὁ ποιητὴς, μόνον δὲ τὸν Πολύφημον τοιοῦτον ἱστόρησε. πολύθηρος δὲ καὶ ἄλλως πολύζωος καὶ ἡ τῶν Λαιστρυγόνων, εἴγε μὴ γεωργοῦντες ἐκ τοιούτων ἔζων ὡς εἰκὸς καὶ αὐτοὶ σκυθικώτερον. καὶ μᾶλλον ἤπερ οἱ Κύκλωπες. ἐκείνοις γὰρ αὐτοφυῆ τὰ ἐκ γῆς ἥμερα κάρπιμα. Ἡ δὲ θηριώδης ἀγριότης τῶν Λαιστρυγόνων ἔπεισε τοὺς ἀλληγοροῦντας, εἰς ἤθη μεταλαβεῖν αὐτοὺς θηριώδη μικρόν τι ἀπεοικότα τοῦ θυμοῦ Κύκλωπος. ὑφ' ὧν Λαιστρυγόνων ἄλλοι μὲν ἂν παραπόλοιντο ἐν αὐτῷ τῷ λιμένι παθόντες ναυάγιον οἴκτιστον, ὥσπερ καὶ ὑπὸ Κύκλωπος τοῦ θυμοῦ οἱ αὐτῷ περιπεπτωκότες. Ὀδυσσεὺς μέντοι ἀπαθὴς ἂν διεκφύγῃ καὶ τὰ τοιαῦτα κακά. (Vers. 102.) Ὅτι καὶ ἐνταῦθα ὡς καὶ ἐπὶ τῶν Λωτοφάγων προΐησιν Ὀδυσσεὺς τοὺς πευσομένους ποῖ γῆς εἰσὶν ἄνδρε δύο κρίνας, τρίτατον κήρυκα ἅμα ὀπάσας ἤτοι δοὺς ἕπεσθαι, ἵνα δηλαδὴ μὴ ὦσιν εὐεπιχείρητοι διὰ τὸν κήρυκα, ὡς προγέγραπται. οἱ δὲ, ᾔεσαν λείην ὁδὸν ᾗπερ ἅμαξαι εἰς ἄστυ ἀφ' ὑψηλῶν ὀρέων (Vers. 104.) καταγίνεον ἤγουν κατῆγον τὴν ὕλην. (Vers. 105.) κούρῃ δὲ ξύμβληντο τουτέστι συνήντησαν πρὸς ἄστεος ὑδρευούσῃ, θυγατρὶ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο. ἡ μὲν ἂρ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον, Ἀρτακίην. ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον. καὶ οἱ μὲν προσφωνοῦντες ἠρώτων ὅστις τῶνδ' εἴη βασιλεὺς καὶ τοῖσιν ἀνάσσει. ἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ. οἱ δὲ εἰσελθόντες τὴν γυναῖκα εὗρον ὅσην ὄρεος κορυφὴν, κατὰ δ' ἔστυγον αὐτήν. ἡ δὲ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα, ὃν πόσιν. ὃς δὴ αὐτοῖς βουλευσάμενος ὄλεθρον αὐτίκα ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δόρπον. οἱ δὲ δύο ἀΐξαντες ἔφυγον. Ἀντιφάτης δὲ βοὴν ἔθετο δι' ἄστεος. οἱ δ' ἀΐοντες φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος, μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασι τοῖς τοῦ μύθου. (Vers. 121.) οἱ δ' ἀπὸ πετράων τῶν ἐν τῷ λιμένι δηλαδὴ, ἀνδραχθέσι χερμαδίοισι βάλλον. ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει, ἀνδρῶν τ' ὀλλυμένων νηῶν θ' ἅμα ἀγνυμενάων· ἰχθῦς δ' (Vers. 124.) ὣς πείροντες ἀτερπέα δαῖτα πένοντο. τερπνὴν μέντοι ἄλλως σφίσιν αὐτοῖς. Καὶ ὅρα ὅπως τὰ σκυθρωπὰ καὶ οὐ γλυκέα πρὸς ἀκοὴν συντομώτατα ἔφρασε, τὴν τῶν νηῶν τε θραῦσιν, καὶ ὡς οἱ ἄνδρες ἐβρώθησαν. ἔστι δ' ἐν τούτοις εἰπεῖν καὶ ὅτι οὐ λίαν πάνυ ἀπέοικε τῆς κατὰ τὸν Κύκλωπα βριαρόχειρος ῥωμαλεότητος, ἡ τῶν Λαιστρυγόνων. οἷς ἀνδραχθῆ τὰ χερμάδια, ὡς καὶ τῷ Πολυφήμῳ ἐλαφρὸν ἡ τοῦ ὄρους κορυφή. καὶ ὅτι ὑπερφίαλοι καὶ οὗτοι κατὰ τοὺς Κύκλωπας εἴγε