Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.435.1
Not analysed yet
τουτέστι νομοθετείτω, δικαζέτω, καὶ ἡ θέμις. ἧς γενικὴ Δωρικὴ θέμιστος, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη. καὶ ἀπ' αὐτῆς τὸ θεμιστεύειν. ὅτι δὲ θέμιστες οὐ μόνον δίκαι ἀλλὰ καὶ μαντεῖαι καὶ βουλαὶ, δῆλον ἐκ τῶν παλαιῶν. Ἰστέον δὲ ὅτι ἡ μὲν πλείων ἱστορία δίκαιον οἶδε τὸν Μίνωα. εἰσὶ δὲ οἳ ἀπεναντίας τυραννικόν φασιν αὐτὸν καὶ βίαιον καὶ δασμολόγον, τραγῳδοῦντες καὶ τὰ περὶ μινώταυρον καὶ λαβύρινθον, ὡς ὁ γεωγράφος φησίν. (Vers. 575.) Ὅτι Τιτυὸς γῆς υἱὸς βιασάμενος ὑπὲρ γῆς τὴν Λητὼ κακῶς ἔπασχεν ἐν Ἅιδου τὸ ἧπαρ κειρόμενος ὑπὸ γυπῶν. λέγει δὲ τὰ κατὰ τοῦτον ὁ ποιητὴς οὕτω· (Vers. 576.) καὶ Τιτυὸν ἴδον Γαίης ἐρικυδέος υἱὸν, κείμενον ἐν δαπέδῳ. ὁ δ' ἐπ' ἐννέα κεῖτο πέλεθρα, ὡς δῆθεν τοιοῦτός τις ὢν καὶ ὅτε ζῶν ἦν. γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον δέρτρον ἔσω δύνοντες. ὁ δ' οὐκ ἀπαμύνετο χερσί. Λητὼ γὰρ ἥλκησε Διὸς κυδρὴν παράκοιτιν. (Vers. 579.) Καὶ ὅρα ὡς ἐνδοξότερον ἐπὶ τῆς γῆς τὸ ὡς ἐῤῥέθη ἐρικυδὲς ἤπερ ἐπὶ τῆς Λητοῦς τὸ ἁπλῶς κυδρόν. (Vers. 575.) θρασὺς δὲ ὁ Τιτυὸς καὶ λῃστρικὸς καὶ ὡς οἷον τιτανώδης, ὅθεν καὶ δοκεῖ λαχεῖν τοὔνομα. δηλοῖ δὲ τὸν ἄνθρωπον καὶ ὁ γράψας ὅτι Τιτυὸς κατεῖχε τὸν Βοιωτικὸν Πανοπέα, βίαιος ἀνὴρ καὶ παράνομος, ὃν ἀνεῖλεν Ἀπόλλων, ὥσπερ καὶ Πύθωνα, ἐπίκλησιν δράκοντα. ὃ δὲ καθ' Ὅμηρον πάσχει ὁ Τιτυὸς, δικαιωθῆναι φαίνεται πρὸς τοῦ Μίνωος. οὕτω δὲ καὶ ἡ τοῦ Ταντάλου καὶ τοῦ Σισύφου δίκη ἐκεῖθεν κατεψήφισται. ἔοικε δὲ καὶ μεριμνητικός τις ἐν ζῶσιν εἶναι ὁ Τιτυὸς, καὶ ὑπὸ φροντίδων οἷά τινων γυπῶν συνεχῶς ἀεὶ κείρεσθαι τὰ ἐντὸς, κάτω κείμενος, τουτέστι περὶ γῆν κεκυφὼς ταπολλὰ διὰ τὸ γεωργικὸν, ὅθεν ταύτην τὴν φαντασίαν παρέπεσθαι αὐτῷ καὶ ἐν Ἅιδου. διὸ καὶ γῆς υἱὸς, διὰ τὸ ἄγαν αὐτῆς ἐπιμελεῖσθαι. τοῦτο δὲ καὶ διὰ τὸ μεγαλοσώματον, ὡς ἐν τοῖς περὶ Ἀλωειδῶν προγέγραπται. ἴσως δὲ οὕτω καὶ ὁ Ἀνταῖος υἱὸς ἐμυθεύθη γῆς. ἐκεῖνος μέντοι καὶ ὡς κατακυλίων εὐμεθόδως τοὺς ἀντιπαλαιστὰς τῷ δοκεῖν καταπίπτειν εἰς γῆν τῇ γῇ τε βοηθεῖσθαι κατὰ τὴν πάλην ἐλέγετο καὶ γῆς υἱὸς εἶναι. Ἰστέον δὲ ὅτι τῶν τις πάλαι ἀστείων παρῴδησε ἐν τοῖς ῥηθεῖσιν οὕτως ἐπὶ συκῶν μεγάλων· καὶ σικυὸν ἴδον γαίης ἐρικυδέος υἱὸν, ὁ δ' ἐπ' ἐννέα κεῖτο τραπέζας. Μάτρων δέ φασιν ἐκεῖνος ἦν ὁ παρῳδός. (Vers. 576.) Τὸ δὲ ἐπὶ ἐννέα πέλεθρα κεῖσθαι τὸν Τιτυὸν ὑπερβολικόν ἐστι καὶ οὐδὲ πιθανὸν, εἴπερ ἐν Ἰλιάδι ὁ Ἄρης πεσὼν ἑπτὰ ἐπέσχε πέλεθρα. Πέλεθρον δὲ καὶ πλέθρον μέτρον τι γῆς περιφερόμενον μέχρι καὶ νῦν πολλαχοῦ. οἱ δέ φασι καὶ ὅτι μέρος ἕκτον σταδίου ἐστίν, ὥστε κατέχειν τὸν Τιτυὸν τόπον σταδίου ἑνὸς καὶ ἡμίσεος. εἴρηται δὲ περὶ πλέθρου καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. (Vers. 577.) Καλῶς δέ φασιν εἰς ἧπαρ κολάζεται ὁ φαύλως ἐπιθυμήσας Τιτυός. ὡς γὰρ καρδία θυμοῦ τις ἑστία καὶ λογιστικοῦ κεφαλὴ, οὕτω καὶ ἧπαρ ἐπιθυμίας, ὁ δ' αὐτὸς οἰκείως οὐδ' ἀπαμύνεσθαι χερσὶν ἔχει αἷς ἐβιάσατο. (Vers. 579.) Δέρτρον δὲ οἱ μὲν τὸν ἐν τοῖς ἐγκάτοις ἐπίπλουν, ὡς Ἀντίμαχος ὁ Κολοφώνιος δηλοῖ ἐν τῷ, χολάδας δέρτροισι καλύψας, Ἀπολλόδωρος δὲ τὸν περὶ κοιλίαν ἐπίπλουν, ὃν καὶ ἀργέτην δημὸν ἐκεῖνος καλεῖ· Δωριεῖς δὲ τὴν ὑπὸ τὴν δορὰν σάρκα τὴν περικαλύπτουσαν τὴν κοιλίαν δέρτρον φασὶ, καὶ ἄλλως δὲ κατὰ τοὺς παλαιοὺς γοργότερον εἰπεῖν, δέρτρον ἡ ὑπὸ τὴν σάρκα πιμελή, ἢ ὁ ὑποκείμενος ὑμὴν τῷ ἥπατι, ἢ ὁ ἐπίπλους, ἢ ἡ δορὰ, ἢ τὸ ἦτρον, ἄλλοι δὲ τὸ ἐφήβαιον δέρτρον εἶπον. Ἱπποκράτης δὲ ἐν τῷ περὶ τραυμάτων φησίν· οὐ σαρκοφυήσει ἐντέρου τὸ λεπτὸν δέρτρον. (Vers. 579.) Τὸ δὲ ἥλκησεν ἀντὶ τοῦ ἐβιάσατο. Καὶ ὅρα ὡς ἄλλο μὲν τὸ εἵλκυσε κοινῶς, ἕτερον δὲ νῦν τὸ ἥλκησε. τὸ πειρᾶν γὰρ δηλοῖ, ἐπὶ βίας τεθὲν γυναικός. τὸ δέ γε ἑλκῶσαι ὕστερόν ἐστι παρὰ τοῖς μεθ' Ὅμηρον ἐπὶ τραυματισμοῦ λεγόμενον. Ἡ δὲ Λητὼ Διὸς παράκοιτις λεγομένη ἄλλως πάντως λέγεται ἤπερ ἡ Ἥρα, καὶ καθὰ μνηστήρων ἀλόχους ὁ ποιητὴς φησί που τὰς τοῦ Ὀδυσσέως δμωΐδας, οὕτω δὲ καὶ τῷ Πριάμῳ ἔτεκε μὲν παῖδας καὶ ἡ κατ' ἐξαίρετον γυνὴ Ἑκάβη, ἔτικτον δὲ αὐτῷ καὶ γυναῖκες ἄλλαι. (Vers. 580.) Τὸ δὲ Πυθώδε ἀντὶ τοῦ εἰς Πυθὼ, ἣ διφορεῖται Πυθών τε λεγομένη καὶ κλινομένη Πυθῶνος καὶ Πυθὼ, ὡς ἡ Σαπφὼ, ἧς δοτικὴ Πυθοῖ ὡς Σαπφοῖ. Δῆλον δὲ ὅτι τόποι Φωκίδος καὶ ἡ Πυθὼ καὶ ὁ Πανοπεὺς, περὶ οὓς ἦν ἄρχων ὁ Τιτυός. ἔοικε δὲ καὶ καλὸς εἶναι τόπος ὁ Πανοπεὺς, διὸ εὐηρέστηται τῷ ποιητῇ μὴ εὐρύχορον αὐτὸν εἰπεῖν ἀλλὰ καλλίχορον. (Vers. 581.) Ὅτι τὸν Τάνταλον Εὐριπίδης μὲν ἀέρι ᾐωρημένον τίνειν δίκην φησὶν ὑπὸ λίθου ἠρτημένου ὑπὲρ κεφαλῆς καὶ ἐκθροοῦντος αὐτόν. ἕτεροι δὲ τὸ Σίπυλον ὄρος αὐτῷ ἐπικατεστράφθαι φασὶ ὑπὸ Διὸς, ἐπειδὴ κύνα χρυσοῦν ἔμψυχον ἔχων αὐτὸς, ὃν ἐκ Κρήτης κλέψας Πανδάρεος ἀπὸ τεμένους Διὸς αὐτῷ παρακατέθετο,