Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.250.1
Not analysed yet
παλαιὸς ἐρωτικὴν προσφώνησιν ἐν ἐποποιΐᾳ ἐλάλησε πρὸς γυναῖκα, κομψῶς φράσας· ἣν ὁ βουλόμενος ἀναλεξάσθω εὑρών. (Vers. 68. sqq.) Ὅτι τοῦ Τηλεμάχου εἰπόντος ἐν ἄλλοις, ὡς μητέρι μοι μνηστῆρες ἐπέχραον, ἐνταῦθα ἐπιεικέστερον ἡ Πηνελόπη λαλοῦσα ὀνειδίζει τοὺς μνηστῆρας· κέκλυτε, εἰποῦσα, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα ἐχράετ' ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ, ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τιν' ἄλλην μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε, ἀλλ' ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα· τὰ ἐκ παραλλήλου ταυτά· ἀλλ' ἄγετε μνηστῆρες, ἐπεὶ τόδε φαίνεται ἄεθλον, θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο, ὃς δὲ ῥηΐτατα ἐντανύσει βιὸν καὶ ἑξῆς πέντε στίχους, οὓς ἔφη νύκτωρ πρὸς τὸν ξεῖνον ἄνδρα, ἐν οἷς δηλοῦται ὡς τῷ διοϊστεύσαντι τῶν πελέκεων ἕψεται ἀφεῖσα τόδε δῶμα· οὗ, ὡς καὶ προεῤῥέθη, μεμνήσεται ἔν περ ὀνείρῳ. (Vers. 77.) Ἔνθα ὅρα, ὡς οὐδὲ ἡ γυνὴ κρίνει δίκαιον τὸν τοῦ Τηλεμάχου οἶκον αὐτῇ δοθῆναι καὶ ὅς τις ὀπύει καθά τινες τῶν μνηστήρων ἤθελον. ἔστι δὲ καὶ ἐν τοῖς ῥηθεῖσι τὸ ἐχράετε ἀντὶ τοῦ ἐβαρύσατε, ἐπιπεσόντες ἐβιάσασθε, ὡς ἐν τοῖς φθάσασιν ἀκριβέστερον εἴρηται. (Vers. 69.) Τὸ δὲ, ἐσθιέμεν καὶ πινέμεν αἰεὶ, βοσκηματώδεις καὶ βοροὺς καὶ ἀργοὺς τοὺς μνηστῆρας εἶναι σκώπτει. (Vers. 68.) Τὸ δὲ, τόδε δῶμα, ἢ ἀντὶ τοῦ κατὰ τόνδε τὸν οἶκον, ἢ τὰ ἐν τῷδε τῷ δώματι, ἵνα ἐκ τοῦ περιέχοντος δηλοῖ τὰ ἐν αὐτῷ. καὶ ἄλλως δὲ, ἀστείως ἔχει τὸ φάναι ἁπλούστερον τὴν γυναῖκα, ὡς οἱ μνηστῆρες αὐτὸ δὴ ὅλον τὸ δῶμα ἐσθίουσι, καὶ ἔχει τι καὶ βαρύτητος ὁ τοιοῦτος λόγος. (Vers. 69.) Τὸ δὲ ἐμμενὲς τὴν ὁλόψυχον καὶ ἀγήνορα βίαν δηλοῖ. Τὸ δὲ αἰεὶ ταυτὸν τῷ πολὺν χρόνον. (Vers. 71.) Ἐν δὲ τῷ, μύθου ἐπισχεσίην, οἱ παλαιοὶ μῦθον μὲν ἐνταῦθα ἰδίως τὴν στάσιν λέγουσιν. ἐπεὶ καὶ Ἀνακρέων τοὺς ἐν Σάμῳ θέλων εἰπεῖν στασιαστὰς, μυθηταὶ δ' ἐν νήσῳ, φησὶ, διέπουσιν ἱερὸν ἄστυ, ἀντὶ τοῦ στασιασταὶ ἐπίῤῥητοι, ἢ ἄλλως ἐν μύθοις καὶ μόνοις ἔχοντες τὸ σεμνὸν, ἢ καὶ ἀγορηταὶ βλαβεροί· ἐπισχεσίαν δὲ τὴν πρόφασιν, ἐπεί περ οἱ προφασιζόμενοι ἐπέχουσιν, ὅ ἐστι μένουσιν ἐννοούμενοι, τί ἂν εἴποιεν. ὅθεν διὰ τὸ οὕτως ἐπιμένειν καὶ μύνην τὴν τοιαύτην ἐπισχεσίην μετ' ὀλίγα ἐρεῖ ἐν τῷ, ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, ἤγουν προφάσεσιν, ἵνα ᾖ μύνη οἱονεί τις μονή. μονῆς γάρ τινος χρεία τοῖς προφασιζομένοις καὶ ἐπίσχουσιν ἤτοι ἐπέχουσιν· ἀφ' ἧς λέξεως καὶ οἱ ἐφεκτικοὶ σοφοὶ παρὰ τοῖς παλαιοῖς, ὅ ἐστι σκεπτικοί. ἐκ δέ γε τοῦ μονὴ γίνεται Αἰολικῶς μύνη κατά τε συνήθη βαρὺν τόνον καὶ τροπὴν τοῦ ο ὁμοίως τῷ, ὄνομα ὄνυμα, ἀσσότεροι ἀσσύτεροι, καὶ τοῖς ὁμοίοις. λέγει δέ, φασι, καὶ Ἀλκαῖος τὸ προφασίζεσθαι μύνεσθαι, οἷον, οὐδέ τι μυνάμενος ἄλλο νόημα. ἕτεροι δὲ μύνην φασὶ τὴν πρόφασιν παρὰ τὸ μύειν τὸ στόμα. καὶ ταῦτα μὲν χρήσιμα μετ' ὀλίγον. Ἐνταῦθα δὲ ῥητέον καὶ ὅτι τὸ χῶ μονοσύλλαβον ῥῆμα, ὃ δηλοῖ τὸ χωρῶ, ἐξ οὗ καὶ τὸ χαίνω καὶ τὰ ἀπ' αὐτοῦ, ὡς ἀλλαχοῦ κεῖται, ὧν ἐστι καὶ τὸ χανδὸν καὶ προχάνη ἡ πρόφασις· τὸ τοίνυν τοιοῦτον χῶ πλεονασμῷ τοῦ σίγμα σχῶ γίνεται, ἀφ' οὗ καὶ σχῆμα τὸ μαθηματικὸν, ὡς χωρητικὸν ὂν τοῦ ἐμβαδοῦ, καὶ σχέσις· καὶ αὐτὴ δὲ ἡ Ὁμηρικὴ ἐπισχεσία. ὃ γὰρ ἐπίσχει τις, καὶ ἄλλως δὲ εἰπεῖν, ὅ περ ἴσχει καὶ κατέχει, χωρεῖται οἷον αὐτὸ παρ' ἐκείνῳ, ἐπεὶ οὐκ ἀφίεται, ὅτι δὲ ἐκ τοῦ χῶ καὶ ἡ χειὰ, προσλήψει δὲ συλλαβῆς καὶ ἡ χώρα, ἧς παράγωγον τὸ χωρίον, κεῖται καὶ αὐτὰ ἐν ἄλλοις. ὅτι δὲ τοῦ χῶ δοκεῖ παράγωγον εἶναι ἄῤῥητον καὶ τὸ χάζω, δῆλον ἔκ τε τῆς χάσμης καὶ ἐκ τοῦ χασμᾶσθαι, ὅ περ οὐκ ἐπὶ στομάτων μόνων λέγεται, ἀλλ' ἤδη τροπικῶς καὶ ἐπὶ θύρας ἠνεῳγμένης, ὡς δηλοῖ ὁ γράψας τὸ, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσῆλθε. καὶ τοιάδε μὲν καὶ ταῦτα. (Vers. 72.) Τὸ δὲ, ἀλλ' ἐμὲ ἱέμενοι γῆμαι, σχήματος ἔχει ἀλλαγήν. τὸ γὰρ ἀκόλουθον ἦν οὕτως· οὐ δέ τινα ἄλλην πρόφασιν ποιήσασθαι ἔσχετε, ἀλλὰ τὸ ἐμὲ ἵεσθαι γῆμαι. (Vers. 73.) Τὸ δὲ ἐπεὶ τόδε φαίνεται ἄεθλον, ἀντὶ τοῦ, ἐπειδὴ ὁ ἀγὼν ἐπ' ἐμοί ἐστι καὶ ἐπὶ τῷ ἐμὲ γῆμαι, καὶ ἐγὼ κεῖμαι προφανῶς τοῦ ἀγῶνος ἔπαθλον. ὃ μετ' ὀλίγα ὁ υἱὸς ἑρμηνεύων φησί· φαίνετ' ἄεθλον οἵη νῦν οὐκ ἔστι γυνὴ καὶ ἑξῆς. ἐνταῦθα δὲ, εἰ μὴ τὸ ἀλλ' ἄγετε νοηθείη ἀντὶ τοῦ, ἀλλὰ σπεύδετε, δοκεῖ ἔλλειψις εἶναι, ἵνα λέγῃ ὅτι ἀλλ' ἄγε πρὸς ἀγῶνα ἑτοιμάσασθε, ἤ τι τοιοῦτον. (Vers. 79.) Σημείωσαι δὲ ὅτι Ὁμήρου εἰπόντος τὸ, μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ, λαβὼν ἐκεῖθεν Εὐριπίδης ἀνάπαλιν ἔφη ἐν Κερκύονι ἐπὶ φίλου ἀμελοῦς, Ποσειδῶν δὲ ἦν ἐκεῖνος τὸ, πλήσας δὲ νηδὺν οὐδ' ὄναρ κατ' εὐφρόνην φίλοις ἔδειξεν αὐτόν. (Vers. 82.) Ὅτι Εὔμαιος καὶ Φιλοίτιος οἱ δοῦλοι τὸ δεσποτικὸν τόξον ἰδόντες τιθέμενον ὡς ἐπὶ ἀγῶνι κλαίουσιν, οἷα δεδιότες μή τις νικήσας τῶν μνηστήρων ἀποίσεται τὴν Πηνελόπην.