Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.70.1
Not analysed yet
λων τοὺς οὐδὲν πταίσαντας, ἵνα φιλοφρόνως ἐφελκύσηται τὸν Εὔμαιον. (Vers. 203.) Ἔνθα καὶ ὅρα τὸ παλλακὶς, παράγωγον ὂν τοῦ, παλλακὴ, ὁμοίως τῷ, πύλη πυλίς, καὶ τοῖς τοιούτοις. ὅθεν δὲ γίνεται ἡ παλλακὶς οὐ πρὸ πολλῶν εἴρηται. χρῆσις δὲ παλλακῆς καὶ λοιπή τις μνεία καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἐνταῦθα δὲ ῥητέον καὶ ὅτι διαφορὰν ἑταίρας καὶ παλλακῆς καὶ γυναικὸς ὁ Δημοσθένης διδοὺς λέγει, ὡς τὰς μὲν ἑταίρας ἡδονῆς ἕνεκεν ἔχομεν, τὰς δὲ πολλακὰς τῆς καθ' ἡμέραν παλλακείας, τὰς δὲ γυναῖκας τοῦ παιδοποιεῖσθαι γνησίως καὶ τῶν ἔνδον φύλακα πιστὴν ἔχειν. Κεῖται δ' ἐν τούτοις καὶ παῖς ἰθαγενὴς ὁ γνήσιος, ἤγουν ὁ μὴ ἐκ παλλακίδος, καθάπερ αὐτὸς ἐδήλωσεν, εἰπὼν ὡς οὐ γνήσιος μὲν ἦν τῷ πατρὶ, ὁ δὲ αὐτὸν ἶσον ἰθαγενέεσσιν ἐτίμα. ἔστι δὲ ἰθαγενὴς ὁ ἐκ τῆς κατ' ἰθὺ, τουτέστι κατ' εὐθύτητα νόμου, γενήσεως καὶ μὴ πλαγίως πως τῷ γένει ἐπεισαγόμενος. λέγεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ πολιτῶν αὐτοχθόνων. ἔστι δ' ὅτε καὶ πλεονασμῷ τοῦ ἰῶτα λέγεται ἰθαιγενὴς, ὡς καὶ ἐνταῦθα τινὲς γράφουσιν, ὁμοίως τῷ, Ἰθαμένης Ἰθαιμένης κύριον. οὔκουν διὰ τοῦ η ἡ ἄρχουσα τοῦ ἰθαγενὴς, καθά τινες πλανῶνται, ὡς δῆθεν παρὰ τὸ ἦθος. Ὅμηρος γὰρ εἰς δακτύλου ἀπαρτισμὸν αὐτὴν τίθησιν, εἰπών· ἀλλά με ἶσον ἰθαγενέεσσιν ἐτίμα. (Vers. 204.) Λέγει δὲ Ὀδυσσεὺς καὶ ὡς Κάστωρ ἦν αὐτῷ πατὴρ Ὑλακίδης, ὅ ἐστιν Ὑλάκου υἱὸς, οὐ μὴν ὁ τῶν Διοσκούρων ἕτερος. (Vers. 205.) ὃν καὶ σεμνύνων ἔπαινον ἐκτίθεται εὐδαίμονος ἀνδρὸς, εἰπών· ὃς τότε θεὸς ὣς τίετο δήμῳ ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισι. (Vers. 208.) λέγει δὲ καὶ ζωὴν ἐν τούτοις, καθὰ καὶ πρὸ ὀλίγων, τὴν εἰς τὸ ζῆν περιουσίαν, εἰπών· οἱ δὲ ζωὴν ἐδάσαντο. (Vers. 209.) εἰς ὃ καὶ κλήρους ἱστορεῖ συνήθως βάλλεσθαι διὰ τὸ ἀφθόνητόν τε καὶ δίκαιον. φησὶ γάρ· καὶ ἐπὶ κλήρους ἐβάλοντο, ὥστε δηλαδὴ ἕκαστον λαχεῖν τὸ ἶσον. (Vers. 211.) διὸ καὶ πολυκλήρους ἀνθρώπους μετ' ὀλίγα ἐρεῖ, ἐφ' οἷς πολλοὶ βάλλονται κλῆροι κατὰ λαχμούς. ὅθεν καὶ τὸ κληρονομεῖν παρετυμολογεῖται. δῆλον γὰρ, ὡς κλήροις διενέμοντο οἱ παῖδες τὴν πατρικὴν κτῆσιν. (Vers. 208.) ὅθεν ἡ κληρονομία λέγεται. ἐκ μέντοι τοῦ ζωὴ ἀλλαχοῦ παραφραστικῶς περιπέφρασται τὸ, οἷσί τ' εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται. (Vers. 214.) Ἐκτίθεται δὲ Ὀδυσσεὺς καὶ παροιμίαν ἐλλιπῆ τὸ, ἐκ καλάμης εἶναι δῆλον τὸν τεθερισμένον ἄσταχυν, ἣ κεῖσθαι εἴωθεν ἐπὶ ἀνδρῶν γενναίων, οἳ καὶ περὶ καιρὸν γήρως ἐμφαίνουσι λείψανα τῆς παλαιᾶς ἀρετῆς. εἰπὼν γὰρ ἐπαινετικῶς τὸ, ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων εἵνεκα ἐμῆς ἀρετῆς, ὅ ἐστιν ἀνδρίας, ἐπεὶ οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος, ἐπάγει· νῦν δ' ἤδη πάντα λέλοιπεν, ἀλλ' ἔμπης καλάμην γέ σε ὀΐομαι εἰσορόωντα γινώσκειν. ἦ γάρ με δύη ἔχει ἤλιθα πολλὴ, τουτέστιν οἶμαί σε ὁρῶντα τὸ τῆς νεότητος ὑπόλειμμα τὴν μετὰ θέρος καλάμην, ἤγουν τουτὶ τὸ σῶμα τὸ φέρον ποτὲ καρπὸν ἀρετῆς γινώσκειν ἐξ αὐτοῦ οἷος ἂν ἦν ἐγὼ καὶ ὅτε τὸ τῆς ἡλικίας μοι λήϊον ἤκμαζεν. ἐπεὶ καὶ τὸν εὐγενῆ τις πυρὸν ἐκ τῆς ὑπολειφθείσης καλάμης ἤγουν ὑποστάθμης τεκμαίρεται. ὅτι δὲ ἡ τοιαύτη καλάμη καὶ καλαμαία λέγεται κατὰ παραγωγὴν ὁμοίως τῷ, μέλισσα μελισσαία καὶ οὐρὰ οὐραία δραχμὴ δραχμαία λίμνη λιμναία γαληναία ἡ γαλήνη σεληναία ἁμαξαία καὶ ἄλλοις, καὶ ὅτι ἐξ αὐτῆς τροπικῶς καλαμᾶσθαι τὸ εἰσάγαν ἀδικεῖν, ὡς ἐκ μεταφορᾶς τῶν καὶ τὴν καλάμην ἐπὶ κέρδει ἐκσπώντων, δῆλον ἐστίν. (Vers. 213.) Ἰστέον δὲ ὅτι φυγοπτόλεμος μὲν ὁ ἑτέρωθι παρ' Ὁμήρῳ φύξηλις, ἀνάπαλιν ἐκπίπτει τῷ φιλοπτολέμῳ. περὶ δὲ ἀποφωλίου καὶ ἀλλαχοῦ ἱκανῶς ἐδηλώθη. (Vers. 212.) Τὸ δὲ ἦα, κοινότερον μὲν εἰπεῖν, πρῶτος ἀόριστος τοῦ ἦον ἐστὶν, ὃς Ἰωνικῶς ἔον λέγεται. οὗ μετοχὴ ἐὼν, περὶ ἧς πολλὰ Ἡρακλείδης βαθυλογεῖ. Ἰάδι δὲ συστολῇ εὕρηται καὶ ἔα, ἀφ' οὗ κατὰ κρᾶσιν ἦ δίχα τοῦ ν. οὗ τὸ κοινὸν καὶ τετριμμένον ἦν μετὰ τοῦ ν, ὃ πολλὰ λογοπραγήσας Ἡρακλείδης ἐσπάραξεν, ὃς τοιαῦτα τινὰ περὶ τῶν διειλημμένων γράφει. Ἴωνες τοὺς παρῳχημένους ἀπὸ τῶν αὐτῶν στοιχείων προφέρονται ταῖς μετοχαῖς, οἷον, εἰπὼν εἶπον, λαβὼν λάβον. οὕτως ἦ καὶ ἔα Ἰακῶς, οἷον, εἰ τότε κοῦρος ἔα. ἐπεὶ καὶ ἡ ἐὼν μετοχὴ ἀπὸ τοῦ ε ἄρχεται. ἡμάρτηται δέ, φησι, τὸ ἔα εἰς ἄλφα περατούμενον καὶ Ἀσιανῆς ἔχεται φωνῆς. καὶ οἱ ἑλληνίζοντες δὲ ἐν Κιλικίᾳ οὕτω προφέρονται. τὰς γὰρ εἰς ων ληγούσας ὀξυτόνους μετοχὰς δέον ἐπὶ τῶν ῥημάτων εἰς ον περαιοῦσθαι βραχυνόμενον κατὰ πρῶτον πρόσωπον, οἷον λαβὼν ἔλαβον, φαγὼν ἔφαγον, καὶ τὰ ὅμοια, αὐτοὶ ἀποβάλλοντες τὸ ν καὶ μετατιθέντες τὸ μικρὸν ο εἰς βραχὺ ἄλφα προφέρονται, ἀπὸ τοῦ λαβὼν καὶ φαγὼν ἔλαβα λέγοντες καὶ ἔφαγα, καὶ τρίτα δὲ τούτων πληθυντικὰ εἰς αν λήγοντα λέγουσιν. ὁ οὖν ἀπὸ τῆς ἐών, φησι,