Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.71.1
Not analysed yet
μετοχῆς ἔα λέγων ἀντὶ τοῦ ἔον ἁμαρτάνει, ὡς εἰ καὶ ἀπὸ τοῦ λαβὼν ἔλαβα φαίη. λέγει δὲ ὡς καὶ ἀναλογώτερον τοῦ ἔα τὸ ἦα, γλώσσης μὲν ὂν Ἀσιανῆς, κείμενον δὲ καὶ παρὰ Καλλιμάχῳ. αἱ γὰρ ἀπὸ ψιλουμένου ε δισύλλαβοι μετοχαὶ τὸ ε εἰς η μεταβάλλουσιν ἐν ῥήμασι. λέγει δὲ καὶ χρῆσιν εἶναι τοῦ ἔον παρὰ Ἀλκαίῳ. καὶ ὅτι ὥς περ φαγόντος ἔφαγον, δραμόντος ἔδραμον, ἀπελεύσει τῆς μετοχικῆς ληγούσης, οὕτω καὶ ἐόντος ἔον ῥητέον καὶ οὐκ ἔα, καὶ ὡς Ἰακώτερον μὲν τὸ ἔον, τὸ δὲ ἦον κοινόν. ὅθεν τὸ ἦες καὶ ἦε. τὸ δὲ ἦον ἐπὶ πρώτου προσώπου, ἐξαιρέσει τοῦ ο, ἦν γίνεται. ᾧ ὁμόφωνον κατὰ Χαλκιδεῖς τὸ, ἦν ἐκεῖνος. ἀφ' οὗ Δωρικῶς Ἡσίοδος ἔφη τὸ, τῆς δ' ἦν τρεῖς κεφαλαί. τὸ δὲ τοιοῦτον Ἡσιόδειον ἦν ποιεῖ, φησὶ, τὸ ἦσαν προσθέσει τοῦ σίγμα καὶ τοῦ ἄλφα. ὃ δὴ καὶ οἱ τῇ Ἀσιανῇ χρώμενοι φωνῇ ποιοῦσι, τὸ ἔφυγον καὶ ἦλθον παρενθέσει τῆς αν συλλαβῆς ἐφύγοσαν λέγοντες καὶ ἤλθοσαν. οὕτω δὲ καὶ τὰ ὅμοια. παραδίδωσι δὲ ὁ αὐτὸς καὶ ὅτι Ἀριστάρχειοι τὸ ἦν ἔα γενέσθαι εἶπον κατὰ τμῆσιν, ὁποία τις γίνεται καὶ ἐν τῷ, ἧνται ἔαται καὶ τοῖς ὁμοίοις καὶ ἐν τῷ, Ἀστυάγην Ἀστυάγεα, Διομήδην Διομήδεα, καὶ ἐν τῷ, ᾔδην ᾔδεα καὶ τοῖς λοιποῖς, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. καὶ οὕτω μὲν καὶ ταῦτα οὐ κατὰ πάρεργον. (Vers. 214.) Σημείωσαι δὲ τὸ σύντομον τῆς κατὰ τὴν καλάμην παραβολικῆς παροιμίας. μιᾷ γὰρ μόνῃ λέξει τῇ καλάμῃ δηλαδὴ χρησάμενος ἐξ ὅλου τοῦ πράγματος ἀφῆκεν ὡς ἐν ἐλλείψει τὸ ὅλον ἀπ' αὐτῆς νοεῖν, οὔτε ληΐου μνησθεὶς οὔτε καρποῦ, οὔτε ἄλλου τινός. καὶ μὴν εἶχε βραχείᾳ τινὶ τοιαύτῃ προσθήκῃ ἀναπληρῶσαι τὸν νοῦν, ἵνα εἶπεν, ὡς οἶμαί σε καλάμην εἰσορῶντα γινώσκειν τὸ λήϊον ἢ τὸν καρπόν. ἔκρινε δ' ὅμως κάλλιον τὸ ἐλλιπῶς παροιμιάσασθαι. πολλαὶ δὲ καὶ ἄλλαι τοιαῦται παραβολαὶ, ἃς ἀποδέχονται μάλιστα οἱ παλαιοὶ διὰ τὸ συμβολικώτερον λέγεσθαι. Λέγει δὲ καὶ ἑτέραν ἐν τοῖς ἑξῆς παροιμίαν τὸ, (Vers. 254.) κατὰ ῥοῦν φέρεσθαι, ὅ περ εἴωθε μεταφορικῶς ποτὲ ἐπὶ τῶν κατὰ βίον εὐπλοούντων λέγεσθαι, εἰπὼν φέρεσθαι νῆα Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ ῥηϊδίως ὡσεί τε κατὰ ῥόον, τουτέστιν ὡς ἐν ὕδατι κάτω ῥέοντι καὶ οὐ στατῷ κατὰ ἰσότητα ἐπιφανείας. (Vers. 253.) ἔνθα Βορέαν ἀκραῆ λέγει, οὐχ' οὕτω τὸν ἄκρως ἀέντα, ὡς μᾶλλον τὸν μὴ κεκραμένον ἑτέροις ἀνέμοις. τοῦ γὰρ τοιούτου δεινότητα κατηγορεῖ Ὅμηρος ἐν τῷ, δεινὴ μισγομένη ἀνέμοιο θύελλα, ἐπαινῶν καὶ ἐπὶ οἴνου τὸ ἀκέραστον ἐν τῷ, πίθοι οἴνου ἄκρητον ποτὸν ἔχοντες. (Vers. 254.) τοῦ δὲ κατὰ ῥοῦν ἀνάπαλιν ἔχει τὸ ἀνάῤῥουν χωρεῖν, ὃ καὶ αὐτὸ παροιμιάζεται ἐπὶ τῶν ἐξ εὐτυχίας μεταβληθέντων εἰς τὸ ἀνάπαλιν. (Vers. 228.) ἔτι δ' ἐν τούτοις καὶ γνωμικὸν γεννητικὸν παροιμίας ἐκτίθεται τῆς λεγούσης, ἄλλα παρ' ἄλλοις καλὰ, εἰπών· ἄλλος γάρ τ' ἄλλοις ἀνὴρ ἐπιτέρπεται ἔργοις, ᾧ περ ἔοικε καὶ ἐν Ἰλιάδι τὸ, ἄλλος ἄλλῳ ἔρεζε θεῶν. (Vers. 232.) ἔτι ὁ πλαστὸς οὗτος Καστορίδης διδάσκει καὶ τί μὲν τὸ γέρας παρὰ τοῖς παλαιοῖς, τί δὲ τὸ ἑτεροῖον κέρδος τοῖς ἀριστεῦσιν. ὧν τὸ μὲν γέρας αὐτὸς πρότερον ἐξαιρεῖται ὁ στρατηγὸς, τὸ δὲ ἕτερον ὕστερον ἐκ τοῦ λαχεῖν αὐτῷ περιγίνεται. φησὶ γάρ· (Vers. 233.) ὧν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ' ὀπίσσω ἐλάγχανον, ἤγουν κληρούμενος ἐλάμβανον καὶ οὐ κατ' ἐξαίρετον. ἔνθα καὶ λῃστρικὸν ἄνδρα ἑαυτὸν γενέσθαι πλασάμενος μέμνηται ὡς ἐκ παρόδου καὶ ὅτι ἡ Τροία δεκάτῳ ἔτει ἐπορθήθη, καὶ ὡς θεὸς ἐν τῷ νόστῳ διεσκέδασεν Ἀχαιούς. (Vers. 257.) δηλοῖ δὲ ὡς καὶ πρὸ τούτων καὶ ὅτι Αἴγυπτος καὶ ὁ Νεῖλος ἐκαλεῖτο. φησὶ γάρ· Αἴγυπτον ἐϋῤῥείτην ἱκόμεθα· καὶ, στῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας. οὗ δὴ Αἰγύπτου καὶ διάστημα μετρῶν τὸ ἀπὸ Κρήτης φησί· πεμπταῖοι δ' Αἴγυπτον ἐϋῤῥείτην ἱκόμεθα. (Vers. 263.) Ἱστορῶν δὲ καὶ τὴν τοῦ Νείλου πιότητα περικαλλέας λέγει τοὺς ἐκεῖσε ἀγρούς. Λέγει δὲ καὶ στεῖλαι νῆας ἀντὶ τοῦ εὐτρεπίσαι, ὅθεν ὁ στόλος. (Vers. 268.) καὶ Διὸς ὀπίζεσθαι μῆνιν, ἤτοι δι' ἐπιστροφῆς ἔχειν. ὅθεν καὶ ὄπις ἀπολύτως λέξει μιᾷ θεοῦ ἐπιστροφὴ, καιρίως οὕτως ἑρμηνευόμενον. ὄπις τε γὰρ ἡ τῶν ὄπισθεν ἤτοι τοῦ μέλλοντος ἔννοια, καὶ ἐπιστροφὴ δὲ τὸ εἰς τὰ ὀπίσω στρέφεσθαι. (Vers. 284.) Σεμνολογῶν δὲ καὶ τὸν ξείνιον φησίν· ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα. Ἱστορεῖ δὲ καὶ Φοινίκην πρὸς ὄνομα καὶ Λιβύην, λέγων καὶ περάσαι τὸ πέραν διαπωλῆσαι, καθὰ καὶ ἐν Ἰλιάδι. φησὶ γάρ· ὡς περάσῃσι καὶ ἄσπετον ὦνον ἕλοιτο. (Vers. 296.) Ἔνθα καὶ φόρτον λέγει τὸν τῆς νηός. καὶ τὸ ἄγεσθαι συνήθως τίθησιν ἐπ' αὐτοῦ εἰπών· ἵνα οἱ σὺν φόρτον ἄγοιμι, κοινωνήσας ἐνταῦθα τὸ φέρειν καὶ τὸ ἄγειν κατὰ συνήθειαν. ἐξ ὧν τὸ φορτηγεῖν. (Vers. 305.) Ἀφηγεῖται δὲ καὶ κινδυνεῦσαι, καθὰ καὶ πρὸ τούτων ἔφη μετὰ τὰς τοῦ Ἡλίου βόας, ἀπαραποιήτως τοῖς ἐκεῖσε στίχοις χρώμενος, ἐν